Ancient Greek
748.10 to 748.8
Synesius Phil., Epistulae 748.10-8
Unproofread scanNot analysed yet
λζ’. Ἀνυσίῳ. Ἰωάννης, ὅν ὅτι σε φιλεῖ δι’ αὐτὸ τοῦτο φιλῶ, νόσῳ χαλεπῇ προσεπαλαίωσεν. ἦν δὲ αὐτῷ δεῖνόν οὐχ ἡ νόσος ἀλλὰ τὸ σου τῆς ἱερᾶς ἀπεῖναι κεφαλῆς, ἐπεὶ καὶ νῦν ἐν τοῖς ὁμοίοις ἐστί. τοῦτο δὲ τι καὶ τρίτον προσὸν χαλεπωτέραν τὴν νόσον ποιεῖ. ἐρᾷ τοῦ τι ποιεῖν στρατιώτῃ πρέπον, καὶ δυσκόλως ἔχει πρὸς τὴν ἐξ ἀνάγκης ἀργίαν. λγ’. Τῷ φιλοσόφῳ Ἡμοῦς ἔοικα πρᾶγμα ποιεῖν. ὅς παρεῖληρα (179) φωνὰς ἀντιδίδωμι, τὸν θαυμαστὸν Ἀλέξανδρον ἐπαινῶν παρὰ σοί. λδ’. Αὐριανῶ. Οὕτω τῇ προνοίᾳ μέλει Ῥωμαίων ἀλλὰ μελήσει ποτέ, καὶ οὐκ εἰς ἅπαν οἰκουρήσουσιν οἱ τὰ κοινὰ σώζειν δυνάμενοι. ἀλλὰ τῷ γε ῥήτορι τῷ συντρόφῳ καὶ ἡ παροῦσά σοι δύναμις ἀρκεῖ πρὸς ὃ τι τυγχάνει δεόμενος. ἀπολαύετω δὴ νῦν μὲν αὐτὸς μόνος ταύτης, ἔπειτα μετὰ τῶν ἐθνῶν ἀπάντων κάκεινης. λε’. Τῷ ἀδελφῷ. Ἐπιτομωτάτην ὁδὸν ἐπὶ τὸ πλουτεῖν ἐβάδισεν Ἀθανάσιος. ἐγνώκειν ὁμοῦς ἰτέον εἶναι τοῖς ἀποθνῄσκουσι, καὶ πρακτέον αὐτοὺς πειθοῖ καὶ βίᾳ πᾶν ὃ τι ἂν δύνατο. οὐκ ἂν οὖν αὐτὸν λάβοι δημόσιος ἐπὶ διαθήκῃ καλούμενος, ἀλλὰ συνεῖσάλλεται. λζ’. Τῷ αὐτῷ. Ἐκκαιδεκάτῃ μηνὸς Ἄθὺρ ὁ μακαρίτης Καστρικιος αὐτὸ τοῦτο ἐγένετο, φάσμα χαλεπὸν ἰδὼν τε καὶ διηγησάμενος. λη'. Αὐρηλιανῷ.