Ancient Greek
749.2
Synesius Phil., Epistulae 749.2
Unproofread scanNot analysed yet
Οἶμαι σου τὴν θεσπεσίαν ψυχὴν ἐπ' αὐτὸ τοῦτο κατατεμεῖσθαι, ἐφ' ᾧ κοινὸν ἀγαθὸν ἀνθρώπων εἶναι, καὶ χάριν εἰδένα τοῖς συνιστασί τοὺς δεσμεῖους δικαίῶν, ὅτι σου πρεπουσᾶς ὑποθέσεις τῇ φύσει πορίζονται. οὐ γὰρ a (180) ὅτι συγγενής ἐστιν Ἡρώδης ἐμός, ἀλλ' ὅτι δεῖται δικαίῶν, διὰ τοῦτό σοι τὸν νεανίσχον συνίστημι, ὅστις ἐκ προγόνων λαμπρότατος ὢν καὶ τὴν πατριῶσαν βίβλον ὑποτελῆ τῇ συγχλήτῳ διαδεξάμενος, ἐπειδὴ γέγονεν ἡγεμών, ἀξιοῦται συντελεῖν ὡσπερ οἱ νεόβουλοι καὶ γενέσθαι διπλοῦς λειτουργός, τὸ μὲν τι διὰ τὴν οὐσίαν, τὸ δὲ δι' ἣν ἤρξεν ἀρχήν.