Ancient Greek
764.1
Synesius Phil., Epistulae 764.1
Unproofread scanNot analysed yet
λυσιτελέστερος ἄνθρωπος, καὶ ἀνθαιρετέος ἡμῶν οἱ μόλις μόνουι σωζόμεθα. τί κεχράγατε; οὐ διότι μήπω γέγονεν, ἀξιῶν ἐστι μηδὲ νῦν γενέσθαι; πολλὰ τῶν δεόντων ὁ χρόνος ἐξεῦρε καὶ κατωρθώσατο. οὐχ ἅπαντα πρὸς παράδειγμα γίνεται. καὶ τῶν γενομένων ἕκαστον ἀρχὴν ἔσχε, καὶ πρὶν 201 γενέσθαι μήπω γενομενον ἦν. ἀξιωτέρον ἐστι προτιμηθῆναι τῆς συνηθείας τὸ χρήσιμον. ἡμεῖς ἀρχὴν δώμεν ἔθεν βελτίων. ἀναιρετέος οὖν ἡμῶν ἢ μεθ’ ἡμῶν αἱρετέος, πάντως δὲ αἱρετέος ὁ ἄνθρωπος. ὅστις ἂν ἦ, πάντως ἐμοῦ τὰ πολιτικά μακρῶ φανεῖται σοφώτερος, καὶ δυνήσεται τὰ δυσχρεὰ ταῦτ’ ἀνθρώπια ὑπὲρ ἡμῶν ἐξαμίλλει καὶ μεταχειρίζεσθαι. οὐκοῦν εἰ μήπω δοκεῖ, τοῦτο μὲν ἐπαύθις ἀναθώμεθα· ἔξεστι γὰρ ὑπὲρ αὐτῶν κατὰ μόνας καὶ μετ’ ἀλλήλων βουλευσασθαι. νυνὶ δὲ οἷς τὸ συνέδριον μετῆλθε τὴν Ἀνδρονίκου μανίαν ἀκούσατε.