Ancient Greek
765.1
Synesius Phil., Epistulae 765.1
Unproofread scanNot analysed yet
παραγεγραμμένα τῷ σταυρῷ τοῦ Χριστοῦ. καίτοι τὸ ἐπίγραμμα τοῦ σταυροῦ, γεγονὸς ἀπὸ γνώμης οὐκ εὐσεβοῦς, σκηνὸν ἦν ἐπὶ λέξεως, δι’ οὖ βασιλεὺς ὁ Χριστὸς ἐκηρύττετο· ἐνταῦθα δὲ ἡ γλῶττα τῇ γνώμῃ οὐ συνῆβαινε. τὰ δὲ ὅθ μετὰ ταῦτα τῶν πρώην ἐστηλιτευμένων βαρύτερα. ἐπειδὴ γὰρ ἤν τινὰ κατ’ ὀθροὺ πρόφασιν εὑρόμενος (ἐχθρὰ δὲ ἦν αὐτοῖς, ὅτι γάμους ὁ μὲν ἐσπουδάζεν ὁ δὲ ἐκώλυεν), ἐκεῖνος αὐτὸν τοῖς ἀποτροπαίοις κολαστηρίοις ἠκίζετο, ἂ μὴ παραδοθεὶς τῇ διαδοχῇ τοῦ χρόνου, μετ’ αὐτοῦ δὲ ὡςπερ ἥρξατο παύσαιο, καὶ γένοιτο τοῖς μεθ’ ἡμᾶς ἀκοὴ ταῦτα τῆς ἡγεμονίας Ἀνδρονίκου συνθήματα. ἐπειδὴ οὖν ἀνὴρ εὐγενής, οὐκ ἀδίκων ἀλλ’ ἀτυχῶν, ὑπ’ αὐτοῦ κατετείνετο, καὶ ταῦτα τῷ τῆς μεσημβρίας ἑδραῖο σταθεροῖς, ἵν’ ὑπὸ μόνους μάρτυσι τοῖς δημίοις ἀπολοῖτο, καὶ τὴν ἐκκλησίαν ἐγνω γινομένην αὐτῷ συμπαθῆ, κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ μαθόντες εὐθὺς ὡς εἴχομεν ἐξεδράμομεν ἐφ’ ᾧ παρακαλίζεσθαι καὶ συνδενέγχει τὴν συμφοράν, λυττῇ πρὸς τὴν ἀκοὴν εἰ τις ἐπίσκοπος ἂν ἐλεήσαι τεθλιμμεν ἀνθρώπων πᾶν ὀρθοῦμεν αὐτῷ. καὶ πολλὰ καὶ παρόντα νεανιευσάμενος, τοῦ θρασυτάτου τῶν ὑπηρέτῶν Θοάντος αὐτὸν ἐρεθίζοντος, ᾧ χρήται πρὸς τὰς δημοσίας συμφοράς ὀργάνω, πέρας ἐπέθηκε τῇ μανίᾳ τὴν ἀθεωτάτην φωνήν, εἰπὼν ὅτι μάτην ἐπὶ τὴν ἐκκλησίαν ἤλπισε, καὶ οὐδὲς ἂν ἐξαιρεθεὶς τῶν Ἀνδρονίκου χειρῶν, οὐδ’ ἂν εἰ τις τὸν πόδα κρατησείεν αὐτοῦ τοῦ Χριστοῦ. ταύτην ἀπαίδευτῳ γνώμῃ καὶ γλώττῃ τρίς ἀνεφύζετο τὴν φωνήν, μεθ’ ἣν οὐκέτι νοῦθετητὸς ὁ ἀνθρώπος, ἀλλ’ ὡςπερ μέλος ἀνιάτως ἐχον ἀποκοπὸς ἡμῶν, ἵνα μὴ τῇ κοινωνίᾳ καὶ τὸ ὑγιαίνον συμφθείρηται. ὁ γὰρ μολυσμὸς διαδόσιμος γίνεται, καὶ ὁ θηνὸς ἐναγοὺς ἀπολαύει τῆς προστροπῆς (203). δεῖ δὲ εἶναι καὶ γνώμῃ καὶ σώματι καθαρὸς τῷ θεῷ. ἐπὶ τούτοις ἡ Πτολεμαϊδὸς ἐκκλησία τάδε πρὸς τὰς ἀπανταχοῦ γῆς ἑαυτῆς ἀδελφὰς διατάττεται.