Ancient Greek
767.2
Synesius Phil., Epistulae 767.2
Unproofread scanNot analysed yet
ἔθ'. Τῷ ἡγεμόνι. Μισθὸς ἀρετῆς ἐπαίνος, ὃν εἰσφέρομεν Μαρκελλίνῳ τῷ λαμπροτάτῳ, νῦν ὅτε πέπτωκε τῆς ἀρχῆς, νῦν ὅτε σχολάζει κολακείας ἀπάτης ὑπόνοιαν· ὅστις παραλαβὼν καὶ μαχισμωμένας τὰς πόλεις ἐξωθεν μὲν ὑπὸ πλήθους καὶ μανίας βαρβαρικῆς, ἐνδοθεν δὲ ὑπὸ στρατιωτικῆς ἀταξίας καὶ τῆς τῶν ταξιάρχων πλεονεξίας, ὡςπερ θεὸς ἐπιφανείς, μάχῃ μὲν μιᾷ τοὺς πολεμίους, ἐπιμελείᾳ δὲ καθημερινῇ τοὺς ὑπηκόους σωφρονεστέρους ἐποίησε, καὶ παρεσκεύασεν ἀπ’ ἀμφοῖν τῶν δεινῶν εἰρήνην ταῖς πόλεσιν. ὑπερεῖδε κερδῶν, ἃ δοκεῖν εἶναι νόμιμα πεποίηκεν ἡ συνήθεια· οὐχ ἐπεβούλευσε πλούτῳ, πενίαν οὐχ ὑδρίσε, τὰ πρὸς θεὸν εὐσεβῆς, τὰ πρὸς πολιτευομένους δίκαιος, τὰ πρὸς δεομένους φιλάνθρωπος. διὰ τοῦτο φιλόσοφος ἱερεύς ἐπαίνων αὐτὸν οὐχ αἰσχύνεται, παρ’ ὃ μηδεὶς εὐρετο μαρτυρίαν χάριτι δεδεσμευμένην. παρεῖναι μὲν οὖν ἡμῖν καὶ τὸ δικαστήριον ἐβουλόμεθα· (206) καὶ κοινῇ καὶ καθ’ ἕνα Πτολεμαίων ἕκαστος ἀντιστηνέχαμεν ἂν αὐτῷ τὴν δυνατὸν, εἰ μὴ τὸν δίκαιον ἔφανον, ὅτι λόγος ἔργου παρὰ πολὺ πῶς ἧττων ἐστὶ. πάντως ἂν ἐγὼ καὶ τότε τοῦ κοινοῦ προηγόρευσα. ἐπεὶ δὲ τυγχάνει ὧν ὑπερόριος, ἐν γράμμασιν αὐτῷ τὴν μαρτυρίαν κατατιθέμεθα, οὐχ ἐνοχληθέντες ἀλλ’ ἐνοχλήσαντες.