Ancient Greek
771.1
Synesius Phil., Epistulae 771.1
Unproofread scanNot analysed yet
ἀνάρρησιν. Φιλῶν ἐγένετο Κυρηναῖος ἐπὶ παλαιέτερος, ὁ τοῦ νεωτέρου θεῖος τε καὶ ὁμώνυμος: τὰ μὲν ἄλλα ὁποῖον ἂν γένοιτο παιδεύμα τοῦ Χριστοῦ, τὰ δὲ εἰς τὸ ἄρχεῖν καὶ ἄρχεσθαι ὡσραλεώτερος μᾶλλον ἢ νομιμώτερος. ἀλλὰ γὰρ αἰτιοῦμαι συγγνώμην ἐπὶ τῷ λόγῳ τὴν ἱερὰν τοῦ πρεσβύτου ψυχήν. τούτων ἥκοντα μόνον ἀπολείψαι τε καὶ ἐπὶ τοῦ θρόνου καθίσαι τὸν μακαρίτην Σιδήριον. ἀλλ’ ἀνάγκη γὰρ ἐν καιροῖς ἀπορρησιάζοις τὴν ἀκρίβειαν παραβαίνειν, διὰ τοῦτο τὸν πάμμεγαν Ἀθανάσιον συγχωρήσαι τε τῷ καιρῷ, καὶ μετ’ οὐ πολλὸν δεῆσιν ἐν Πτολεμαϊδὶ τὸν ἔνδοντα σμικρὸν ἐπὶ τῆς ὀρθοδοξίας σπινθῆρα θαλψαι τε καὶ ἐπὶ πλέον ἐξάψαι, τὸν ἀνὼρ τούτων ὡς μείζονι πράγμασιν ἐπιτηδεῖον ἔχει διαβῆναι κελεῦσαι, τὴν c μετροπολίτην ἐκκλησίαν ἐπιτροπεύουσα. γῆρας δ’ αὐτὸν εἰς τὰς κωμήτιδας ἐπανήγαγεν: οὐ καταλύσας οὐκ ἔσχε διάδοχον, ὃς οὐδὲ αὐτὸς ὑπῆλθεν ἑτέρου διαδοχὴν. Παλαβίσκα δὲ καὶ Γόρφα εἰς τὴν ἀρχίαν τάζειν ἐτάχθησαν, καὶ πρὸς τὸ Ἐρυθρὸν ἀνελήφθησαν, δόγματι, φασί, τῆς σεβασμίας σου κεφαλῆς. καὶ τούτῳ δὴ μάλιστα πάντων ἐνέκειντο, τῷ μὴ δεῖν ἀθετεῖσθαι τὸν παρὰ σοῦ θρονισμὸν. γράμματα μὲν οὖν, ἤτησα γάρ, οὐκ εἶχον ἐπιδεικνύναι, ἐπισκόπους δὲ τῶν συνὲδρων ἀνίσταναι μάρτυρας. οὕτω δὲ ἔπραξαν, ἐπιστολὴ πειθαρχοῦντες ἐκεῖθεν ἥκουση, πεῦσιν περὶ Παῦ- d λου προθεῖναι τῷ δήμῳ· καὶ δόξαν ἀπασιν ἐπίσκοπον ἔχειν, ἀνελέγχει περὶ αὐτοῦ, τοὺς δὲ θρονισταὶς ἐτέρους γενέσθαι. καὶ εἰ μοι δίδως εἰπεῖν, πάτερ σεβασμιώτατε, ἐκεῖνος ἤν ὄντως ὁ καιρὸς ὁ τῆς σκέψεως: τὸ γὰρ ἀφελέσθαι τοῦ μὴ χαρίσασθαι λυπηρότερον. ἀλλὰ κρατεῖτω καὶ νῦν ὅ τι ἂν δοκῇ τῇ πατρικῇ σου κεφαλῇ. εἰ γὰρ τὸ δοῦναι τότε δίκαιον αὐτοῖς γέγονε καὶ τοῦτο προΐσχονταί, τὸ μηκέτι δοκεῖν τὸ δίκαιον μετατίθησιν· ὅσῳ δ’ τι ἂν γνῶς, τοῦτο τῷ πλήθει a (211) δίκαιον γίνεται. ἀκοὴ γὰρ ζωὴ, καὶ θάνατος ἢ ἀ παρακοή. διόπερ οὐκ ἀνταίρουσι χείρας, ἀλλ’ ἰκετεύουσι μὴ γενέσθαι, ζῶντος αὐτοῖς ἐπὶ τοῦ πατρός, ὁρφανοί· οὕτω γὰρ ἐπὶ λέξεως λέγουσι. κἀγὼ τὸν νεανίαν οὐκ οἶδα πότερον ἐπαινέσαιμ’ ἂν τῆς παρὰ πάντων εὐνοίας ἢ μακαρίσαιμ’· ἢ γὰρ τέχνης ἐστὶ καὶ δυνάμεως ἢ χάριτος θεᾶς οὕτω τοὺς ἀνθρώπους ἐξομιλῆσαι καὶ καταδημαρχῆσαι τὸ πλῆθος ὥστε τὸν χωρὶς αὐτοῦ βίον ἀδιούτον ἀπασιν εἶναι. διὸ δόξει μὲν περὶ αὐτῶν τῇ φιλανθρώπῳ σου φύσει φιλανθρωπώτερα, b ἐμοὶ δὲ ἐπανιτέον εἰς ἄστυ, κἀκεῖ περιμενῶ τοῦ ποιητέου τὸ σύνθημα. ἂ δ’ οὖν ἐν ταῖς τέτταρσιν ἡμέραις διηρρησάμην ἂς ἐν τοῖς τῆδε τοῖσι διετέρεψα, τούτων οὐκ ἀγνοήσεις ὅντινα τῶν ἕκαστον εὔρετο· καὶ μὴ ὀικυμάτης εἰ ποτε τὸν αὐτὸν εὖ τε καὶ κακῶς εἰπεῖν μοι συμβαίη. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἕκαστα· τὰ πράγματα δὲ ἐπαίνει καὶ ψέγεται.