Ancient Greek
774.2
Synesius Phil., Epistulae 774.2
Unproofread scanNot analysed yet
Τὰ μὲν οὖν περὶ τὴν τῶν ἐπισκόπων στάσιν οὕτως ἐχώρησεν· ἐπίταγμα δὲ ἦν ὅπως ἀκούσωμαι καὶ Ἰάσωνος, ὃς ἔφη πολλὰ καὶ ἄδικα (215) παρὰ συμπεσβυτέρου παθεῖν. οὕτως οὖν ἔχει κάχεινα. Λαμπωνιανὸν Ἰάσων εἶλεν ἀδινίας, ὁ δὲ φθάσας ὁμολογία τὸν ἐλεγχον ἔχει τὴν δίκην, ἐκκλησιαστικῶν συνόδων εἰργμένων. καίτοι καὶ δάκρυσον ἐκ μετανοίας ἀφήκε, καὶ δήσιος ἱκέτης αὐτὸν ἐζητήσατο. ἀλλ' ἐγὼ τοῖς δεδογμένοις ἐνεχάρτησα, τοῦ δὲ λύσαι τὴν αὐθεντίαν εἰς τὴν ἱερατικὴν καθέδραν ἀνέπεμψα. τοσοῦτον οὖν ἐμαυτῇ συνεχώρησα. εἰ προσπελάσει Λαμπωνιανῷ τὸ χρεῶν καὶ ἡ κυρία παρεῖναι δόξει, πᾶσιν ἐφήχα τοῖς τότε παρεσομένοις πρεσβυτέροις κοινωνίας αὐτῷ μεταδοῦναι (μηδεὶς γὰρ ἀποθάνοι δεδεμένος ἐμοί)· ἀναρρωθεὶς δὲ πάλιν ἐπὶ τοῖς αὐτοῖς ὑπόδικος ἔστω, καὶ παρὰ τῆς θεσπεσίας σου καὶ φιλανθρωπῶ ψυχῆς περιμενετω τὴς συγχωμης τὸ σύνθημα. οὐδὲ γὰρ οὐδ' Ἰάσων πάντα ἀναίτιος ἑαυτῷ. προπετὴς ἄνθρωπος γλῶτταν ἐνέτυγεν ἀνδρὶ προπετεστέρω τὴν χεῖρα, καὶ τοῦτο δή τὸ λεγόμενον, χουροτάτου πράγματος λόγῳ βαρυτάτην τιμωρίαν ἐξέτισε.