Ancient Greek
779.1
Synesius Phil., Epistulae 779.1
Unproofread scanNot analysed yet
ἡ πρόνοια, πρὸς ἧ δαπανᾶται φροντὶς εἰς ἐκ-λογὴν ἀνδρὸς ἀγαθοῦ. ἀλλ’ ἐν τούτῳ γὰρ ἐστιν ἔθνους ὁλοκληροῦ πεποιήσθαι φροντίδα. τούτων οὖν εὐθὺς ἀπεγνωκέναι προσῆκει τῶν ἐναλλομένων τοῖς νόμοις, παρ’ οὓς ἄρχουσι τῆς ἐαυτῶν, παρ’ οὓς ἐφ’ ἡμῖν ὤστερ’ ἐπὶ κτήμασι δανείζονται χρήματα. bστῆσαι τὸ κακόν. ἄρχοντας ἡμῖν νομιμωτέρους ἐκπέμψατε, ἀγνοοῦντας ἀγνοουμένους, ταῖς φύσεσιν, οὐ τοῖς περὶ ἕκαστον πάθεσι τὰ πράγματα κρίνοντας. ὡς τὰ νῦν ταῦτα καταπλεῖ δεσπότης ὁ πρῶην ἀντιπολιτευόμενος, καὶ τὴν ἐν πολιτείᾳ διαφορὰν ἀπὸ τοῦ βήματος ἀγω-νίζεται. ὅσα δὲ ἄλλα παραθελστανεῖ κακά. συχο-φαντεῖται συμπόσια, καὶ γυναικὶ δίδεται χάρις ἡ τοῦ πολίτου συμφορά, καὶ κατήγορος ἐκχέλευστος· ὅς δ’ ἂν μὴ γράφηται παρανόμων, ἐάλοχεν, εἰ μὴ καὶ πρὶν ἀλῶναι τὰ τῶν ἐαλωκότων ὑπέμεινεν. cἐθεσά-μεθα δεσμώτην ἀπὸ τούτου γεγόμενον, ὅτι μὴ τὸν ἄρτι παυσάμενον τῆς ἀριστερᾶς ἀρχῆς ἐπὶ κλοπῇ δη-μοσίων ἐδίωκε· μᾶλλον δὲ τούτων οὐδὲ τεθράμεθα, ἀλλ’ ἀπεῖρητο προσιέναι καθάπερ τοῖς ἐναγέσιν ἢ τοῖς βασιλέως ἐχθροῖς, ὥς διεπράξαντο πᾶν ὅσον ἐδοῦ-λοντο, καὶ τὸν ἥλιον εἶδεν ἐπὶ ῥητοῖς ἀνθρώποις, ἐφ’ ᾧ Γενναδίον ἐγρόψατο. ἀλλ’ ἦγε ἡμετέρα Πεντάπολις Γενναδίον μὲν τοῦ Σύρου πολλὰ ἐπὶ πολλῶν ὀννατο-καὶ τὸ μέγιστον, ὅτι καὶ λόγῳ καὶ πειθοὶ τὴν ἀρχὴν ἐπιτρέψας ἐλαθεν ἡμᾶς τῶν ἀπηνεστάτων τε καὶ ὀνο-μαστοτάτων ἐπὶ σκληρότητι πλεῖονα χρήματα ταῖς δημοσίας ψήφοις εἰσενεγκών. ἐφ’ οἷς οὐδεὶς ἐδάχρυ-σεν, ἐφ’ οἷς οὐδεὶς ἀπέδοτο τὸν ἀγρόν. ἐκεῖνην ἂν τις εἰσφορὰν εὐσεβῆ· δικαίως ἐκάλεσεν, ἣν οὐχ ὑβρις οὐ μᾶστις ἠνάγκασε. τὰ δὲ περὶ τῶν πολιτῶν, φεῦ τῆς ἀνῆμος τῶν παυσασμένων, φεῦ τῆς πείρας τῶν δρωμέ-νων. οὐδὲν οὖν ἀξιοῦμεν καινόν, ἀλλ’ ὑπὲρ τῶν νόμων Ἀνθέμιον ἔχενύομεν, ὑπὲρ τῶν νόμων τὸν τούτων φύλακα, ὧν ἀξίων μὲν αἰδεῖσθαι (222) τὴν ἀρχαιότητα a (νόμου γὰρ δὴ καὶ τοῦτο σεμνότης), εἰ δὲ τῷ δοκεῖ, τῶν διαταγμάτων τὰ νεώτερα, τὴν ὡς ἂν εἴποι τις ἐμψυχον ἐπὶ βασιλείαν ἐπιγραφόμενα.