Ancient Greek
779.7
Synesius Phil., Epistulae 779.7
Unproofread scanNot analysed yet
ἐπίστασαι πάντως ὅτι καὶ εἰς ἐμὴν ἀδελφὴν ἐποιήθη παρ’ ἐμοῦ τότε, παρὰ τοῦ στίχου μαθών. ταύτῃ τῇ φιλάτατη μοι τῶν ἀδελφῶν, ἣν καὶ τῆς εἰκόνος ἡξίωσα καὶ τοῦ στίχου, Θεοδόσιος ὁ βασιλέως ὑπασπιστὴς σύνοικος, ἕνεκα μὲν τοῦ χρόνου καὶ τῆς ἐν τῇ στρατείᾳ προσεδρείας κἂν προυστάτης πάλαι· αἱ δὲ σπουδαὶ πλέον δύνανται τῶν ἐνιαυτῶν. ταύτῃ τε οὖν ὀφειλος αὐτῷ γενοῦ κἂν ταῖς δίκαις, εἴ τινες εἰεν αὐτῷ πρὸς Ἀνθέμιον· δυνάσω δέ τι τοῦ μεγάλου Νικάνδρου.