Ancient Greek
790.2
Synesius Phil., Epistulae 790.2
Unproofread scanNot analysed yet
45. Ὀλυμπίῳ (236). Ἐγὼ μάρτυρα ποιῶμαι θεὸν ὃν καὶ φιλοσοφία καὶ φιλία πρεσβεύει, πολλοὺς ἂν θανάτους ἀνθ’ ἱερωσύνης εἰλόμην. τοῦ θεοῦ δὲ ἐπενεγκόντος οὐχ ὅπερ ἤτουν ἀλλ’ ὅπερ ἐβούλετο, εὐχόμαι τὸν γενομένον νομέα τοῦ βίου γενέσθαι καὶ τοῦ νεμηθέντος προστάτην, ὡς μὴ φανῆναί μοι τὸ πρᾶγμα φιλοσοφίας ἀπόβασιν ἀλλ’ εἰς αὐτὴν ἐπάνοδον. τέως δέ, ὥσπερ εἰ τί μοι τῶν ἡδέων συνεπεπτώκει, ἐκονιοσάμην ἂν σοι τῇ πάντων φιλάτατί μοι κεφαλῇ, οὕτω καὶ τῶν δυσχερῶν εἰς σὲ παραπέμπω τὴν ἀκοήν, ἵνα συνάθωσί τε καὶ εἰ τι δύνατο πρὸς τὴν ἐμὴν φύσιν ἑξετάσας τὸ πρᾶγμα, εἰσηγήσαι γνῶμην ὅ τι με δεῖξει ποιεῖν. νῦν γὰρ ἐγὼ πόρρωθεν οὕτω διαπείρωμαι τοῦ πράγματος, ὡς ἐβδομον ἤδη μῆνα γενομένους ἐν τῷ δεινῷ, μακρὰν ἀποδημῶ τῶν ἀνθρώπων παρ’ οἷς ἱεράσομαι, ἕως ἂν ἀκριβῶς ὑποτὶ ποτὲ ἐστὶ τὴν ψυχὴν κατανοήσω. κἂν μὲν ἐγχαρῇ, μετὰ φιλοσοφίας τὸ πρᾶγμα ἐργάσομαι· εἰ δὲ ἀλλοῖόν ἐστιν ἢ κατὰ τὴν ἐμὴν ἀγωγὴν τε καὶ προαἵρεσιν, τί ἄλλο ἢ τὴν εὐθὺ τῆς κλεινῆς Ἑλλάδος ἀποπλέων οἴχῃσομαι; ἀπεπταμένω γὰρ τῇν ἱερωσύνην ἀπογνωστέον ἐστὶ καὶ τῆς πατρίδος, εἰ μὴ με δεῖ πάντων ἀτιμότατον εἶναι καὶ ἐπαρατότατον, ἐν ὀγλῳ μισούντων ἀναστρεφόμενον.