Ancient Greek
795.1
Synesius Phil., Epistulae 795.1
Unproofread scanNot analysed yet
ποιεῖ. ὡς δὴ νῦν μὲν ἔξεστιν ἐλπίζειν τὰ ἀμείνω, φιλοσοφήσαντι δὲ οἱ θεοὶ πάντες ἔχθροί, καὶ τὴν τύχην ἐξοχετεύσουσιν, ὡς μὴδ’ ἐν ταῖς ἐλπίσιν ἀπολειφείθαι. ἐγὼ δὲ οὕτω καὶ τήμερον τοῦτον ἀρχαίως οἶδα τὸν λόγον, ὅτι τῇ σμικρῇ φιλοσοφίᾳ θεῖός ἐστι κλῆρος ἀτυχῶν. ἀλλὰ μὲν μὲν ἄν ἐν τῇ θνητῇ φύσει συνἔλοιεν ἰσχύς τε καὶ φρόνησις, ἐστὶ μὴν ὅτε συνήγαγεν αὐτὰς ὁ θεός. ἔξεστιν οὖν ἐκ τοῦ λόγου, (243) a μᾶλλον δὲ πᾶσα ἀνάγκη, τὸν αὐτὸν εἶναι καὶ φιλόσοφον καὶ φιλόπολιν, καὶ μὴδ’ ἀπογινώσκειν τῆς τύχης ἀλλὰ καὶ προσδοκᾶν τὰ ἀμείνω διὰ τὴν οἰκείαν ἀξίαν. οὐδ’ ἡκιστα γὰρ μόνω πλεονεκτοῦσιν, ὡς παλαιὸς λόγος, οἱ χρηστοὶ τῶν πονηρῶν, ταῖς ἀγαθαῖς ἐλπίσι. πῶς οὖν ἕλαττον ἔχειν αὐτοὺς συγχωρήσομεν; ἀνάγκη δ’, εἴ πρὸς τὸν παρὰ σοῦ λόγον ἐνδοίμεν, δς εἰς τοῦτό σε προήγαγεν ἠμαρτίας, τὸ φάναι τῆς πόλεως ἕνεκα δεῖν μένειν ἐπὶ τῆς τέχνης. ἀνάσχω γὰρ μου μετατιθέντος εἰς κατηγορίαν τὴν περὶ τοῦ σώματος ἀπο- b λογίαν, ὅ δὴ μὴ δὲν ἐδοξεν εἶναι σοι πρότερον· οὐ γὰρ, ὁμῶς, νῦν ἐτι δοκεῖ. ἐπεὶ τοι κινδυνεύω καὶ διαβεβλήσθαι πρὸς τὴν ἱερὰν Κυρήνην ὑπὸ σοῦ, καὶ ταῦτα τῆς φιλαττίας μου κεφαλῆς. εἰ γὰρ δὴ πεισθείεν αἱ πόλεις ὅτι ῥητορικὴ μόνῃ δύναται μεταθεῖναι τὰς παρούσας αὐταῖς συμφοράς, καὶ μόνον ἐστὶ τοῦτο γέρας τῶν βοηθούντων τοῖς ἔχουσι περὶ συμβολαίων τὰς δίκας, χαλεπανούσιν ἡμῖν τοῖς ἄλλο τι θεραπεύουσιν ἀντὶ τοῦ βήματος. εἰς οὖν ἐμοὶ πρὸς σὲ τε καὶ τὰς πόλεις ἀπάσας ὑπὲρ φιλοσοφίας λόγος, ὅτι παρούσης μὲν c τύχης καὶ καλεσάντων αὐτὴν ἐπὶ τὰ πράγματα τῶν καιρῶν, οὐδεμιᾶς ἐστὶ τέχνης ἀλλ’ οὐδ’ ἄμα πασῶν ἱστίαι φιλοσοφία περὶ τοῦ τὴν τυντωντέραν ἀρμόσαι καὶ μετατάξαι καὶ βελτίω τοῖς ἀνθρώποις ποιῆσαι τὰ πράγματα. τῆς εἰμαρμένης δὲ οὕτω ταύτῃ βυεῖσης, νῦν ἔχει πολὺν οἰκειοπραγεῖν ἀλλὰ μὴ παραδοιοκεῖν, μὴδ’ ἀσχημονεῖν ἀξιοῦντας ὡςτίξεσθαι παρὰ τὸ τοῦ δεῖνος ἀρχεῖον οἷς μὴ πᾶσα ἀνάγκη. Ἄνάρχᾳ δὲ οὐδὲ θεοὶ φασὶ μάχονται. ἡμῖν δ’ ἐστιν ἄλλα σεμνότερα· καὶ ὅταν ὁ νοῦς ἀνενέργητος ἢ περὶ τὰ d ἐνθάδε, περὶ τὸν θεὸν ἐνεργεῖ. δύο γὰρ αὐταὶ μερίδες φιλοσοφίας, θεωρία καὶ πρᾶξις· καὶ δῆτα δύο δυνάμεις ἐκάστηρα παρ’ ἐκάτεραν μερίδα, σοφία καὶ φρόνησις· αὕτη μὲν δεομένη τύχης, σοφία δὲ αὐτάρκης, καὶ ἀκώλυτος ἢ κατ’ ἐκείνην ἐνέργεια.