Ancient Greek
803.2
Synesius Phil., Epistulae 803.2
Unproofread scanNot analysed yet
μγ´. Τῷ ἀδελφῷ. Εἶτα τοὺς μὲν κακοδαίμονας τούτους ὁρῶμεν ἀποθνήσκειν θελόντας ὑπὲρ τῶν ἀλλοτρίων, ἀτ’ ἂν λείαν περιποιήσωνται, τοῦ μηκέτι προέσθαι τοῖς κυρίοις αὐτά· ἡμεῖς δὲ ὑπὲρ χώρας ὑπὲρ ἱερῶν ὑπὲρ νόμων ὑπὲρ κτημάτων, οὓς ἡμᾶς ὁ χρόνος συνθησατέρους ἐποίησεν, οὐκ ἀφειδίζομεν ἐαυτῶν, ἀλλὰ περιεξόμεθα τῶν ψυχῶν· οὐκ ἄρα δόξομεν ἄνδρες εἶναι. ἐμοὶ μὲν οὖν ἰτέον ἐστὶν ἐπ’ αὐτοὺς ὡς ἐγώ, καὶ πείραν ληπτέον τῶν πάντα τολμῶντων τούτων, οἵτινες ὄντες ἀξιοῦσι Ῥωμαίων καταγαλῆν, ἔχοντων ὅπως ποτὲ ἔχουσιν. ἀλλ’ ἡ κάμψλος γάρ τοι, φασι, καὶ ψωριώσα πολλῶν ὄνων ἀνατίθεται φορτία. ἀλλὰ μὴν καὶ ἀποθνήσκοντας ὡς ἐτίπαν ἐν τοῖς τοιούτοις ὁρῶ τοὺς περὶ πλείστου ποιουμένους τὸ ζῆν, καὶ ζῶντας ὅσοι τοῦ ζῆν ἀπεγνώκεσαν. τούτων ἔσομαι· μαχοῦμαι γὰρ ὡς ἀποθανούμενος, καὶ εἰ οἶδ’ ὅτι περιέσομαι. Λάκων γὰρ ἀνωθὲν εἰμι, καὶ οἶδα τὴν πρὸς Λεωνίδαν ἐπιστολὴν τῶν τελῶν μαχεσθῶν ὡς τεθναξόμενοι, καὶ οὐ τεθνάσονται.