Ancient Greek
804.1
Synesius Phil., Epistulae 804.1
Unproofread scanNot analysed yet
Εἰς ὄρος ἢ εἰ· κύμα πολυρλοίσβοιο θαλάσσης Ὦμηρος ἀποδιοπομπεῖται τὰ ἐκ φιλονεικίας κακὰ, φιλοσοφία δὲ οὐδὲ τὴν ἀρχὴν αὐτοὺς πάρειδον διδῶσιν εἰς ψυχὴν. ἀλλ' ἡμεῖς ἀσθενέστεροι μέν ἢ ὥστε φιλοσοφεῖν τὸ γε ἔμω μέρος, οὐ μὴν ἀξιοῦμεν παντάπασιν φαυλότερον ἔχειν ἀνθρώπων στρατιωτῶν, ἐφ' οἷς ἡ ποίησις γέγονε. πάλιν οὖν Ὦμήρῳ χρηστέον, ὅς ποῦ φησιν ἀρχε, σὺ γὰρ γενεῇ φὶ νεώτερος. μάχη γὰρ μὴ γένοιτο μέν· εἰ δὲ γένοιτο, ὁ νεώτερος αὐτὴς ἀρχέτω, τοιοῦτο γὰρ τι νοεῖται τῷ Ποσειδῶνι τὸ παραχωρεῖν τοῦ προκαταρξάσθαι τῷ νεωτέρῳ θεῷ. τὸν δὲ πρεσβύτερον ἡγεμόνα δεῖ τῶν καλλίστων εἶναι· κάλλιστον δὲ ὁμόνοια. ἐγὼ δὲ ὡς οὐ σῷ πρεσβύτερος μόνον ἀλλὰ καὶ ἤδη πρεσβύτης χροῦ δήλων, ὁ Φερεκύδης φησίν. οὐκοῦν τὰ τῆς ἀπολογίας εἰς ἐμὲ περὶίσταται. εἰ δὲ καὶ τὸν πρότερον ἀμαρτάνοντα δεῖ πρότερον ἐνδοῦναι, σὺ δὲ με βούλει τοῦτον εἶναι, συγγνώρῳ σὴν χάριν καὶ τούτῳ· δεῖ γὰρ ἀντιποιηθέντα σοῦ πρότερον εὐθὺς ἐθελήσαντί σοι χαρίσασθαι.