Ancient Greek
808.2
Synesius Phil., Epistulae 808.2
Unproofread scanNot analysed yet
ρκς’. Ἀσκληπιοδότω. Οἴμοι. τί δ’ οἴμοι; θνητὰ τοι πεπόνθαμεν. ὁ τρίτος γε καὶ λοιπὸς ὀίζεται τῶν υἱέων. ἀλλὰ τό γε δόγμα τὸ περὶ τοῦ μηδὲν εἶναι τῶν οὐκ ἐφ’ ἡμῖν ἀγαθὸν ἢ κακὸν ἐτι παρ’ ἐμοὶ σῴζεται, μᾶλλον δὲ πάλαι μὲν ἤν μάθημα, νυνὶ δὲ γέγονε δόγμα ψυχῆς ἐγγεγυμνασμένης ταῖς περιστάσεσιν. ἔδει δὲ ἄρα χαλεπωτέραν μοι γενέσθαι τοῦ πάθους τὴν προσδοχήν, καὶ διὰ τοῦθ’ ὁ δαίμων, ᾧ μέλει βλάπτειν τἀμά, προωχονομήσατο μηδὲ σὲ τὴν φίλην μοι παρεῖναι κεφαλῇ. ἀλλ’ ἔθους ποτέ, θαυμάσιε καὶ τριπόθῃτε καὶ φίλων ἀδολώτατε. μάρτυς εἰμὶ τῷ θαυμαστῷ Μενελάῳ τῆς περὶ σὲ διαθέσεως. διὰ τοῦτο πολλάκις συνδιημέρευσα, ὅτι σὲ δι’ εὐρήμου μνήμης ἐτίθετο, καὶ πολλὰ τῇ ψυχῇ προσκεχυρὼς καὶ τοῖς ἐπιτρόποις ἀπάγουσιν αὐτὸν εὐθὺ Τευχεῖρων περὶ τὸν μέγαν Ἀσκληπιοδότον εὐγνώμων ἤν καὶ εὐχαριστῶν ὡς ἐπὶ μεγίστοις εὐεργεσίᾳ διατετέλεκεν. ἐν’ ἐγώμεν ὕδωρ ψυχρόν, ὑδρίαν ἢ πίθον ἐκ μαρμάρου ζητῶ. ὅσω μείζων, τοσοῦτω κάλλιον. κείσεται δὲ ἐν Ἀσκληπιῷ (262) τῷ ποταμῷ· παρ’ αὐτῷ γὰρ κτίζω τὸ ἀσκητήριον, καὶ ἀγνὴ σκεύη προευτρεπίζομαι. σὺν θεῷ δὲ εἴην ἐπιβαλλόμενος.