Ancient Greek
809.4 to 809.6
Synesius Phil., Epistulae 809.4-6
Unproofread scanNot analysed yet
ρχν'. Πρὸς ἐπίσκοπον. Ἀπέλαβες ὅπερ ἦς, οὐκ ἀπέβαλες. οὐ γὰρ ὅταν τις τοῦ τῆς ἀσεβείας χωρισθῇ καταλόγου, τότε καὶ τῶν τῆς εὐσεβείας ἀπεστέρεται ὁρόνων· Αἰγύπτου δὲ περὶπύσσω τὴν ἀλλοτρίωσιν, καὶ νόμιζε καὶ πρὸς σὲ τὸν προφήτην μεγαλοφώνως χειραγέσαι Τί σοι καὶ τῇ γῇ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γεὼν; τὸ γὰρ ἔθνος θεομάχον ἀρχαῖον καὶ πατρᾴων ἀγίους πολέμιον. ρχν'. Πυλαμένει. Πλάτωνι Σωκράτης πεποίηται προσίων μὲν ὁμέ ποτε πρὸς τὰ παιδικά, ἀξιῶν δὲ αὐτὰ μὴ θαυμάζειν εἰ ὡσπερ, φησί, μόλις ἡρξάμην, οὕτω καὶ μόλις παυσαίμην. ἐγὼ δὲ μοι δοκῶ ταῦτό πεπονθέναι πάθος πρὸς σὲ καὶ τὴν αὐτὴν δίκαιος εἶναι παρατείσθαι σύγγνώμην, ἐνιαυτὸν ὅλον, οὐκ ἀξίων οὐδ’ ἀληθῶς εἰπεῖν ἐπισχών, ἀλλὰ μάτην στείλας τὰς ἐπιστολὰς τῷ πάλιν