Ancient Greek
810.2
Synesius Phil., Epistulae 810.2
Unproofread scanNot analysed yet
ρλ’. Συμπλικίῳ. Ἐχαρίσω Κερεαλίῳ, δι’ αὐτοῦ προσειπών ἡμᾶς, τὸ λαβεῖν ἡμέρας πέντε πονηρὸν ὄντα· ἥλιψαν γὰρ τι χρηστὸν αἱ πόλεις παρ’ ἀνδρὸς, ὃν οὐκ ἀπηξίωσεν εἰδέναι Συμπλίκιος. δ δὲ ταχὺ μάλᾳ ἥσχυνε σὲ μέν οὖ (μὴ γὰρ ποτε ἐπ’ ἄλλῳ τὰ σὰ γένοιτο), ἑαυτὸν δὲ καὶ τὴν ἀρχήν, καὶ ἵνα μὴ διατρίβῃ, τὰ Ῥωμαίων πράγματα, ὧντος ἀνθρώπου ἐλαχίστου, δόξης ἀμελῆς, ἀπόλεμος, ἐν εἰρήνῃ βαρύς, ἥς πρὸς βραχύτατον ἀπολέλαυκεν· οὐδὲ γὰρ ἐδεξθὴ χρόνου πρὸς τὸ πάντα ἀνατρέψαι τε καὶ συγχέαι. ὡσπερ γὰρ ὄντος νόμου τὰ τῶν στρατιωτῶν εἶναι τῶν στρατηγῶν, ὃ πάντες εἶχον λαβὼν ἀντέδωκεν αὐτοῖς ἀστρατείαν καὶ τὸ μὴ συντε- d