Ancient Greek
812.1
Synesius Phil., Epistulae 812.1
Unproofread scanNot analysed yet
τοίας τι συμπορίσονται. ἔστι δήπου τις ἐν αὐτοῖς λόγος ἀξιῶν τὰ τῷ αὐτῷ τὰ αὐτὰ καὶ ἀλλήλοις εἶναι δεῖν τὰ αὐτά. ἔμοι δὲ σὲ μὲν ὁ τρόπος ἐπότισε φίλον, τὸν δὲ θαυμαστὸν Διογένην καὶ ἡ φύσις· ἀμφοὶ δὲ ἑνὸς ἑστε φίλοι. δεῖ δὴ καὶ ἀλλήλων ὑμᾶς ἐξηρητήσθαι, καθάπερ ἐμοῦ τοῦ μέσου. συνάπτω τοιγαροῦν ὑμᾶς ἀλλήλοις διὰ τῆς ἐπιστολῆς, μεθ’ ἧς ἐαυτὸν μὲν ἐπιδώσει τῇ φιλίᾳ τῆς σῆς σεμνοπρεπείας ὁ θαυμάσιος Διογένης, ἀντιλήψεται δὲ εὖ οἶδ’ ὅτι τὸν ἐμὸν Πυλαιμένην. καλῶν γὰρ ἐμὸν οὐτ’ αἰσχύνειν οὐτ’ αἰσχύνεσθαι φήσοιμ’ ἂν ἔγωγε. ὅτι δὲ διὰ σοῦ καὶ τοὺς ἄλλους ἕξει τοὺς ἐμὲ ἀγαπῶντας φίλους, ὅσος δὲ δύναμὸς ἐστι, καὶ χρησίμους, οὐκ ἐν δίκαιος εἴην εἰ ἀμφιβάλλοιμι. δεῖ δὲ αὐτῷ φίλων χρησίμων, εἴπερ τω πώποτε· τὰ γὰρ κατ’ αὐτὸν ὡς ἐν βραχυτάτοις οὕτως ἔχει. νέος ἐστιν ἀπλῶς καὶ γενναῖος, θυμοειδὴς καὶ πρᾶος, οἷος ὁ Πλάτων ἀξιοῖ τῆς ἑαυτοῦ πόλεως τοὺς φύλακας εἶναι. ἐστράτευτο γέ τοι καὶ οὕτος κομιδῇ μειράκιον ὢν. ἄρτι δὲ ἐξ ἐφήβων ἤρξε περ’ ἡμῖν τὴν τῶν στρατευμάτων ἀρχήν, παραβαλλάμενος ἐπὶ βασιλέων μαρτύρων· τοιούτω γὰρ οἱ πολίται πρὸς ἅπαν τὸ εὐτυχον. ἀλλ’ οὕτως ἐαυτὸν παρέσχε καὶ φόβον χρείττω. περὶ οὖ πολλὰ μὲν ἂν ἕτερος εἴπεν (ἀλλ’ εἴοικαμεν γὰρ ὁμοίως ἔχειν, ἐγὼ τε πρὸς τὸ ἐπαινεῖν καὶ οὕτος πρὸς τὸ ἐπαινεῖσθαι), συνελόντι δὲ ἐνίχσεν ὅπλοις μὲν τοὺς τῆς πατρίδος ἐχθρούς, ἀρετῇ δὲ τοὺς ἐν αὐτῇ πονηρούς. νέος ἐν ἑαυτῷ γενόμενος οὐκ ἤσχυνε φιλοσόφου συγγένειαν (267). τοιούτοις δὲ πράγμασιν ὁμιλεῖ δυσχολίως, οὐχ ἧκιστα δι’ αὐτὸ τὸ καλὸς κάγαθὸς εἶναι· ἐρμαῖον γὰρ ἐστι τῶν κακοήθων ἅπας ἐπιεικής, καὶ ἡ πρόσδοσις τοῖς πονηροῖς ἐκ τῆς ἑτέρας μερίδος παραγίνεται. ἐνδείκτης οὖν τις ἀξιῶν μισθοδοτεῖσθαι παρ’ αὐτοῦ καὶ μὴ τυγχάνων δίκην πρὸς αὐτὸν ἔλαχεν. ὡς δὲ οὐ προχωρεῖ ταύτῃ τὸ σπᾶσαι τι τῶν οὐ προσήκοντων, ἀλλ’ ἤσαν οἱ νόμοι μεθ’ ἡμῶν, ἑτέραν ἐτράπετο. καὶ ποιεῖται τὴν δίκην γραφήν, ἀνατεινόμενος ἔγκλημα τοῦ κατηγορουμένου πρεσβύτερον. ἤκει δὴ τὸ κληθῆναι φθίας· οὐ γὰρ ἀξιον ἐνδύναι θανατῶντι γε συκοφάντῃ, καὶ προσθαι τὰ πατρῴα τε καὶ παππῶια μετὰ δόξης αἰσχρᾶς. πρὸς ταῦτα δεῖται φίλων ἀδόλων, ἀκαπηλεύστων, νουν ἔχόντων, ὅσος εἴ σύ. ἕξει δὲ (πῶν θεῷ δὲ εἴρηθω) σὲ μὲν δι’ ἐμοῦ, διὰ σοῦ δὲ τοὺς φίλους τοὺς ἐμοὺς τε καὶ σούς. ὃν δ’ τι ἂν τις αὐτὸν ἀγαθὸν ἐργάσται, τοῦτου τὴν χάριν ὀφείλειν ἐγὼ δίκαιος εἰμί.