Ancient Greek
815.2
Synesius Phil., Epistulae 815.2
Unproofread scanNot analysed yet
ρλδʹ. Πυλαμένει. Ἔδεξάμην τὴν ἐπιστολήν, ἐν ᾗ παλιν ἐμέμφω τὴν τύχην ὡς οὐδὲν περὶ σοῦ βεβουλευμένην φιλανθρωπότερον. μὴ σύ γε, ὦ φίλτατε ἐταίρων· οὐ γὰρ ἄξιον ἐγκαλεῖν ἀλλὰ παραμυθεῖσθαι. ἔξεστι δὲ ἄντι τοιούτῳ ἥκειν πρὸς ἡμᾶς· ἀδελφὸν εὕρήσεις ὄikon. οὐ πλουτοῦμεν, ὡς ἠθέ, ἀλλὰ τὰ παρόντα ἄρκει καὶ Πυλαμένει κάμοι· εἰ δὲ σὺ παρέσῃ, τυχὸν καὶ πλουτήσομεν. ἀπὸ τῶν ἰσῶν ἀφορμῶν ἕτεροι πλεῖον τῶν d μετρίων ἔχουσιν, ἐγὼ δὲ κακὸς οἰκονόμος. ἀλλὰ τέως ἀντέχει καὶ πρὸς τὴν ἀκριβεστάτην ἀμελείαν τὰ πατρώια, ἃ δὴ δύναται βόσκειν φιλόσοφον. μὴ τὰ τυγχάνα ἤγοῦ προσλαβόντα καὶ προῶνον. ταῦτα περὶ τούτων, καὶ μὴ ἄλλως ποιεῖ, εἰ μὴ τὴν μεταξὺ βέλτιον πέπραγας, καὶ πάλιν διανοῦ τὴν Ἡράκλειαν ἀνιστάναι κειμένην. ἐπιστολὰς οὐ γέγραφα πρὸς οὓς εἴωθα, διὰ τὸν καιρόν· ἀλλὰ πρῶν ἅπασιν γέγραφα, φάκελον ἐπιστολῶν Διογένει δούς. ἀνεῦσός ἐστιν ὁ Διογένης ἐμός. εἰ μὲν οὖν ἐπέτυχέ σου ζητῶν (ἐζήτησε γὰρ (271) εἰ οὕτʹ ὅτι), καὶ δὴ τὸν φάκελον ἐπίδεδωκεν, σοὶ a γὰρ ἐπεγέγραπτο· εἰ δὲ μή, τὸν ναύκληρον αἰτεῖ δεῖξάι σοι τὸν νεανίσκον, καὶ χωρισάμενος τὰς ἐπιστολὰς, αὐτὸς ἅπασιν δίδου. εἰσὶ δὲ οὓς περὶ πλείστου ποιούμαι πρὸς ἑμοῦ προσειρῆσθαι, ὁ πατὴρ Πρόκλος, Γρύφων ὁ παρʹ ἡμῖν ἄρχας, Σιμπλίκιος καὶ ἄνηρ καὶ ἄρχων ἀγαθὸς καὶ φίλος ἐμός. ἐπίδους αὐτῷ τὴν ἐπιστολήν, ἐν ᾧ πάρεισι χρόνῳ γράψαι τάνδρι· καλὸν γὰρ καὶ συγχολᾶσαι στρατιώτῃ ποιητικῷ. στρουθοὺς μεγάλας ἀπὸ τῶν ἐν εἰρήνῃ κυνηγεσιῶν εἴχομεν, ἀλλʹ οὐκ ἤν b αὐτὰς στέλλειν ἐπὶ θάλατταν διὰ τῶν ὅπλων τῶν πολεμίων, οὐδὲ ἄλλο τι τῶν παρὰ τὰς ἀκτὰς ὄντων ἐξῆν ἐνθεῖναι τοῖς πλοίοις. ὧν οὖν μόνος ἐστὶ τὸ φορτίον, ἐλαίου δὲ οὐ μὰ τὴν τιμίαν σου κεφαλήν· οὐδὲ κύαθον ἀγώγιμον ἔχουσιν, οὐκοῦν ὅσα γε ἐμὲ εἰδέναι. τοσάδε· οὖν οἴνου ἑστία λαβέ. λήψῃ δὲ ἐπίδους τὸ πρὸς Ἰούλιον πρόσταγμα. προσέκειταί δὲ τῇ ἐπιστολῇ τοῦ μὴ διαπεσεῖν ἕνεκα. καὶ τῷ πατρὶ Πρόκλῳ γεγράφηκα, καὶ ταῦτα πέμψωμε. δεξάσθω καὶ τὴν ἐπιστολὴν παρὰ σοῦ καὶ τὸν οἶνον παρὰ Ἰουλίου. Γρύφῳ τῷ χρυσῷ (δεῖ γὰρ τι καὶ ἐν τούτοις ψυχρόν c εἰπεῖν καὶ Γοργειόν) τρυφῶντα δῶρα παρεσκεύασαμεν ὅπον σιλφίου πολύν (Βάττου γὰρ ἀκούσας αὐτὸ δήπου καὶ σύ) καὶ κρόκον ἄριστον, ἀγαθὸν γὰρ ἡ Κυρήνη καὶ τοῦτον ἐκτρέφει· οὐ μὴν ἐξενέγετο πέμψειν τὸ γε νῦν ἔχον. ἀλλʹ ἐκπέμψαμεν ἂν εἰς ἕτεραν ναῦν, ὅταν καὶ ὑμῖν μετʹ αὐτοῦ μὲν τὰς στρουθοὺς, κατὰ μόνας δὲ τοῦλίου.