Ancient Greek
820.1
Synesius Phil., Epistulae 820.1
Unproofread scanNot analysed yet
κριτήριον τῶν πρώτων τῆς τεύξεως, ἵνα σοι καὶ παρ' ἡμῶν τὸ πολλὰ φρονεῖν ἐν ταῖς ἐπιστολαῖς ἐπανέληθη. ἐρρωμένος διαβιώσης, φιλοσοφίας εὐθῦναι πρυτανευούσης ἀκύμωτε, δέσποτα ἀξιῶσατε. εἰ φιλοσοφία πρεσβεύειν οἶδεν ἀπάδειαν αὐτήν, αἱ μέσαι δὲ ἔξεις εἰς μετριωπάθειαν ἵστανται, τὴν ἀπειροπάθειαν καὶ τὸ εὐταπεινῶτον ποῦ χώρας τάξομεν; ἀρ' οὐχὶ πόρρω φιλοσοφίας, ἥς μύστην γενέσθαι σε κατῃξάμεθα; μὴ δῆτα, ὦ πάντων ἐμοὶ προσφιλέστατε, ἀλλ' ἀρρενωπότερον ἡμῖν τὸν φίλον ὑποδείκνυε. ἀπασά μου ἡ οἰκία κατεδέθη προσεῖπιν σε ὑπὲρ αὐτῆς. προσείρησο οὖν παρὰ πάντων, ἑκάστου μόνον οὐκ ἐγχέαντος τὴν ψυχὴν τῇ προσρήσει. καὶ αὐτὸς ὑπὲρ ἡμῶν τὸν ἱπποτοξότην πρόσσειπε, παρακαλῶ.