Ancient Greek
824.1
Synesius Phil., Epistulae 824.1
Unproofread scanNot analysed yet
καὶ καταχρησθεὶς αὐτῶν τῷ προσήκει μετὰ μικρὸν ἀπολλύουσι. τὴν δὲ ἀποδέξασθαι εἶναι Σειρήνας αἱ τῶν σῶν ἐπιστολῶν ἡδοναί, ὅφ’ ὧν ἐγὼ τὸ ἐμβριθὲς ἀφεὶς ὅλος Ἐρχουλιανοῦ γέγονα· μάρτυς θεός, οὐ νόμῳ τοῦ γράφειν ἀντ’ ἄλλου τοὺς περὶ τούτου πεποίημαι λόγους, ἢν ὑπόθεσιν ἔχω γραμμάτων, ἀλλὰ τῶν παρ’ Οὐρσικίνου δοθεισῶν ἐπιστολῶν (ἦσαν δὲ τρεῖς) ἡ μὲν κατὰ τὸ μέγεθος ἐμπίον τι ψυχῆς πᾶθος ἐνέσταξέ μοι κομίσασα, καὶ γέγονα τῆς ἐν τοῖς γράμμασι κολακείας ἥττων τοσοῦτον ὅσον αἰσχύνεσθαι. τὸν ἀδελφὸν Κύρον ἔδει κομίσασθαι παρὰ σοῦ γράμματα περὶ ὧν ἐδήλωσας διὰ τὸν ἐκ Πενταπόλεως κόμητα. καὶ χάριν μὲν ἔσχον τῇ προαιρέσει τοῦ (283) συστήσαντος, ἐπε-a λάθου δὲ ὅτι φιλοσοφεῖν πειρῶμαι· καὶ μικρὸν ἠγούμε τιμὴν ἅπασαν, εἰ μὴ ἐπὶ φιλοσοφία γένοιτο. δέομαι οὖν διὰ τὸν θεὸν οὐδὲν· οὔτε γὰρ ἀξικοῦμεν οὔτ’ ἀδι-κοῦμεθα. τὸ δὲ τοιοῦτον ἐκεῖνον μὲν ὑπὲρ ἡμῶν ἔπρεπε ποιεῖν, ἡμῖν δὲ αἰτεῖν οὐ πρέπον. εἰ γὰρ ἔδει ζητεῖν ἐπιστολὰς, αἰτεῖν ἔδει πρὸς ἐμὲ γενέσθαι (οὕτω γὰρ ἂν ἐτιμήσην), οὐχ ὑπὲρ ἡμῶν πρὸς ἕτερον. ἐρρωμένος εὐθυμῶν διαβιώσας, φιλοσοφίαν ἀδελφῶται μετιών. πάσα ὁμοῦ σε ἡ οἰκία, μάρτυς θεός, καὶ παῖδες καὶ γέροντες καὶ γυναῖκες προσαγορεύουσιν. b ἴσως δ’ ἂν αὐτὸς καὶ φιλοφρονουμένας τὰς γυναῖκας μισοῖης. ἰδοὺ τί πεποίηκας· ἐν ὧδῷ με ὄντα ἀπρεῖς λαβόμενος κατέχεις. ἦσαν ἄρα Αἰγύπτιοι φαρμακεῖς, καὶ οὐ πάντα Ὦμηρος ψεύδετο, ὅτε καὶ αὐτὸς ἰὸγγον πλήρεις ἐπιστολὰς ἐκπέμπεις ἀπ’ Αἰγύπτου. Ἑλένη μὲν οὖν τὸ λαβιχθὲς φάρμακον Πολύδαμνα πόρεν Θώνος παράκοιτις· σοὶ δὲ τὸ τὸ ἀνίαρὸν δέδωκεν, ὅ χρίσας ἐπεψας τὴν ἐπιστολήν·