Ancient Greek
825.2
Synesius Phil., Epistulae 825.2
Unproofread scanNot analysed yet
μη'. Ὀλυμπίρ. Ἀπέλιπον τὴν τάξιν τῶν φόρων. τί γὰρ ἤν ποιεῖν, οὐδενὸς Ἑλλήνων τῶν τὴν Λιβύην ἐποικηκότων θελόντος εἰς τὴν παρ' ἡμῖν θάλατταν ἐκπέμπειν ὀλκάδας; καὶ σὲ δὲ ἀφήμι τῆς συντάξεως· οὐδὲ γὰρ Σύροις ἐπιμελὲς καταλεῖν εἰς τὰ Κυρηναίων ἐπίνεια. λάθου δ' ἄν με τοῦτό ποτε καὶ γεγνῶνεν· οὐ γὰρ εἰμὶ γείτων θαλάττης οὐδ' ἐλλιμενίζω συχνά, ἀλλ' ἀνώχισμαι πρὸς νότον ἄνεμον Κυρηναίων ἔσχατος, καὶ γείτονες ἡμῖν εἰσιν οἷους Ὀδυσσεὺς μετὰ τὴν Ἰθάκην τὸ πρβάλιον ἔχων ἐζήτει, μῆνιν Ποσειδῶνος ἐκ τοῦ χρησμοῦ παραιτούμενος,