Ancient Greek
826.2
Synesius Phil., Epistulae 826.2
Unproofread scanNot analysed yet
οὐ γὰρ σφᾶς ἐκ νυκτὸς ἐγείρει κῦμ’ ἐπιθώσκον πελάγους, ἀλλ’ ἵππων χρεμετισμοὶ καὶ μηκάζον αἰ-πόλιον, καὶ προβατίων βληχή καὶ ταύρου μύκημα, πρῶτης δὲ ἀκτῖνος ἐπιθαλούσης τῶν μελιτῶν ὁ βόμ-βος, εἰς ἧδονὴν λόγον οὐδαμῶ παραχωρῶν μουσικῇ. μήτι σοι δοκοῦμεν ἐκδυνήσεσθαι τὰς Ἀρχεμάγου, τοιού-τον οἰκοῦντες ἀγρὸν πόρρω πόλεως καὶ ὀδῶν καὶ ἤπο-ρίας καὶ τρόπων ποικίλων; ἡμῖν γὰρ ἐστι (286) σχολὴ μὲν φιλοσοφεῖν, ἀσχολία δὲ κακουργεῖν. σύνοδοι δὲ πᾶσαι πᾶσιν ἐταιρικαί, χρωμένων ἀλλήλοις ἐπὶ γεωρ-γίαν, ἐπὶ ποιμένας ἐπὶ ποιμένας, ἐπὶ θήραν ὧν ἡ γῆ φέρει παντοδαπήν· οὐδὲ γὰρ νόμος ἡμῖν, οὐτ’ αὐτοῖς οὐδ’ ἵπποις, ἀνθρώπῳ σῖτον αἱρεῖσθαι. ἀριστῶμεν δὲ ἐπ’ ἀλφίτοις, ἥδιστοις μὲν ἐμφορεῖν ἥδιστοις δὲ ἐμ-πεῖν, ὃ καὶ τῷ Νέστορι κίρνησιν Ἐκαμύδη. μετὰ κόπον ἰσχυρὸν δὲ κυκεῶν τῆς θερινῆς ὥρας ἀλέξημα. καὶ μὴν ἐστιν ἡμῖν καὶ πύρινα πέμματα καὶ τρωκτὰ τὰ μὲν ἡμερὰ τὰ δὲ ἀγρία, πάντα ἐγχώρια, γῆς ἀρίστης χυμοῖ, καὶ κηρία μελιττῶν καὶ γάλα ἐξ αἰγῶν· οὐ γὰρ νομίζομεν βοῦς ἀμελγεῖν. ποιεῖ δὲ οὐκ ἐλάττω τὴν ἀφθονίαν ἐν ταῖς τραπέζαις ἡ διὰ τῶν κυνῶν καὶ τῶν ἵππων θήρα, ἣν οὐκ οἶδα πῶς οὐ προσ-εῖπεν Ὀμηρος κυδιάνειραν, οὐδὲ ἀριπρεπέας ἔφη τοὺς ἀνδρας ἐν αὐτῇ γίγνεσθαι· τὴν δὲ ἀγορὰν ἐγκω-μῶ τοιούτῳ τετίμηκεν, ἀνθρώπια παρεχομένην ἀναίδῃ καὶ παμπόνηρα καὶ οὐδὲν ὑγιές, ἀλλὰ λοῖδαρα καὶ κα-χορραφεῖν εἴδοτα. ἐφ’ οἷς καὶ γελῶμεν ἡμεῖς, ὅταν ποτὲ ἡμῖν ἐμψόρορα γένηται· φρόντισον γὰρ τοῦ πρὸς τὰ ἐκ τῶν κακίων χρέα τὰ θήρεια. καὶ τί λέγω τὰ θήρεια; φαρμάκου γ’ ἂν θάττον ἢ ὁτουοῦν τῶν παρ’ ἡμῖν γεύσαιντο. ζητοῦσι δὲ σῖνον μὲν τὸν λε-πτότατον, μέλι δὲ τὸ παχύτατον, καὶ ἔλαιον μὲν τὸ χουρότατον, πυρὸν δὲ τὸ βαρύτατον· καὶ πατρίδας αὐτῶν ὀνοῦσι Κύπρον καὶ Ὑμηττὸν τινὰ καὶ Φοινί-κην καὶ Βάραθρα. ἡμῖν δὲ ἡ χώρα καὶ εἰ καθ’ ἐν ἑκάστης ἡττᾶται τῆς τὸ ἄκρον φερούσης, τοῖς λοιποῖς ἐκάστην νικᾷ. καὶ τοῦτ’ ἐστὶ τὸ ἐκ δευτέρων πρῶ-d τεῖον, ὃ καὶ Πηλεύς καὶ Θημιστοκλῆς εὐρόμενοι πάντα πάντων ἀριστοῖ τοῖς Ἕλλησιν ἐκπρύγησαν. εἰ δὲ δή-λοι δοίημεν τὸ δεῦρο μέλι χειρῶν εἶναι πρὸς τὸ Ὑμή-