Ancient Greek · ~17 min
Paragraph 18
Syntipas, Narrationes de Syntipa 18.1
Not analysed yet
‘Τίνες οὖν᾿ φησὶν ὁ βασιλεύς ‘ὑπάρχουσιν οἱ παρὰ τῶν φιλοσόφων μισούμενοι ὁ παῖς ἀπεκρίνατο· ‘πάντες ὅσοι μὴ γνώμῃ εὐθυτάτῃ τὴν τούτων δι- δασκαλίαν προσίενται, ἀλλὰ τοὺς οὐτῶν ἐλέγχους πικρῶς ὑποφέρουσιν, ὡς τῇ ἀληθείᾳ προσκρούοντες.’ Καὶ ὁ βασιλεὺς πάλιν ἔφη· ‘ποῖος θησαυρὸς τῶν ἄλλων ἐστὶν κρείσσων;’ ὑπολαβὼν ὁ υἱὸς αὐτῷ λέγει· ‘ὁ τῶν ἀγαθῶν ἔργων.’ Ὁ βασιλεὺς λέγει· ‘τίνος χρῄζει κατὰ τῶν ἀντιπάλων;’ ὁ δὲ παῖς ‘τῆς ἐπὶ τῷ θεῷ’ φησί ‘πεποιθήσεως.’ Ὁ βασιλεὺς λέγει· ‘τίς τῷ ὄντι πλουσιώτατος πέφυκεν;’ ὁ δὲ παῖς ἔφη ‘ὃς πέποιθεν ἐπὶ τὸ θεῖον καὶ ἀγαθοεργίαν κέκτη- ται.’ Ὁ βασιλεὺς εἶπεν· ‘ποῖός ἐστιν ὁ τὴν κρείτ- τονα κεκτημένος ἀνάπαυσιν;’ ὁ παῖς ἔφη· ‘ὁ μὴ βα- σκαίνων τινί, καὶ ἑαυτὸν μὲν ἐπιμεμφόμενος ἕτερον δὲ μὴ κατακρίνων.’ Ὁ βασιλεὺς εἶπεν· ‘τίς ἄφρων ὄντως τυγχάνει;’ ὁ δὲ παῖς λέγει· ‘ὁ μὴ συνιῶν τὸ ἑαυτοῦ παράπτωμα καὶ μὴ πειθόμενος τῷ τὰ χρηστὰ αὐτῷ συμβουλεύοντι.’ Ὁ βασιλεὺς λέγει· ‘τίς τῶν ἀνθρώπων ἀρίστην ἔχει καὶ φιλικὴν τὴν διάθεσιν;’ ὁ δὲ παῖς· ‘ὁ μή τινα τὸ παράπαν ἀνιῶν, μηδὲ ζηλοτύπως πρός τινα διακείμενος.’ Ὁ βασιλεὺς εἶπεν· ‘ποῖος λογισμὸς τῷ θεῷ καθέστηκε βδελυκτός;’ ὁ δὲ υἱὸς αὐτοῦ ἔφη· ‘ὅς ἐστιν ὑπερήφανος καὶ ἀλαζών. ἀλλ μὴν μεμίσηται αὐτῷ καὶ ἀφροσύνη καὶ λόγων ἀπρεπῶν ἀδολεσχία.’ ὁ βασιλεὺς λέγει· ‘ποία τῶν αἰσχρῶν πράξεων πλέα τῇ ἁμαρτίᾳ περιβάλλει τὸν χρώμενον;’ ὁ νέος ἔφη· ‘φθόνος καὶ ψευδομαρτυ- ρία, ἀπληστία τε καὶ πλεονεξία, καὶ τὸ πορεύεσθαί τινα ὀπίσω τῶν αὐτοῦ θελημάτων διὰ τὸ μήτε τὸν θεὸν φοβεῖσθαι μήτε ἄνθρωπον αἰσχύνεσθαι. ἐφʼ οἷς ἀλόγως πλημμελεῖ τε καὶ ἁμαρτάνει. αὗται δὲ αἱ πράξεις τοῦ ἐφαμάρτου βίου πεφύκασιν.’ Ὁ βασιλεὺς λέγει· ‘καὶ τίς ἐστιν ὁ μὴ ταῦτα συνιείς; ʼ ὁ νέος ἔφη· ‘ὅς ἐστιν ἀκόρεστος ἐν πᾶσι καὶ λίαν φιλάρ- γυρος. Ὁ βασιλεὺς εἶπεν· ‘τίνα ὀφείλει τις δεδοι- κέναι καὶ ὑποτρέμειν;’ ὁ δὲ παῖς λέγει· ‘τὸν μὴ φο- βούμενον (τὸν θεὸν) μηδὲ δικαίως κρίνοντα. ἀλλὰ μὴν πτοεῖσθαι δεῖ καὶ φίλον δολιόφρονα καὶ ὑπο- κριτὴν δύσνουν, ὃς ἄλλα μὲν τῷ στόματι φθέγγεται, ἄλλα δὲ τῇ καρδίᾳ πονήρως συλλογίζεται. Ὁ βασι-. λεὺς ἔφη· ‘πῶς ἄρα οἱ ἄνθρωποι ἐπὶ πλεῖον ἀλλή- λους ἐχθραίνονται, ἤπερ τὴν φιλίαν ἀσπάζονται;’ ὁ δὲ παῖς λέγει· ‘ἐφ’ ᾧ ἡ μὲν τῆς ζημίας πρᾶξις εὐχερὴς τῷ πράττοντι καθίσταται, ἡ δὲ τῆς εὐποιίας δυσχερής ἐστιν μάλιστα.’ Αὖθις δὲ ὁ βασιλεύς· ‘πῶς ὁ μὴν νοσῶν ἡδέως τὰς τῶν ἰατρῶν ἐντολὰς προσίεται κἂν ἐπαχθεῖς εἶναι δοκοῦσιν, οἰ δὲ ἄνθρω- ποι, ὅταν αὐτοῖς ἡ ἀλήθεια φθέγγηται, βαρέως ταύτην φέρουσιν;’ ὁ δὲ υἱὸς ἔφη τῷ βασιλεῖ· ‘ὅτι- περ ὁ μὲν νοσῶν τὰ τούτῳ προσφερόμενα φάρμακα, κἂν ἀηδῆ πως καὶ πικρότατα πεφύκασιν, ἀλλʼ ὡς ὑγείας καὶ χαροποιοῦ εὐεξίας πρόξενα ἡδέως προσ- δέχεται· ὁ δὲ ἄφρων ἀνὴρ καὶ ἀσύνετος, ὅταν αὐτῷ ἀληθῆ τε καὶ δέοντα λέγηται, βαρέως ταῦτα φέρει καὶ δυσχεραίνει ἐπʼ αὐτοῖς, καθʼ ὅτι οὐχ ὑπό τινος βίας εἴτε ὀδύνης ὥσπερ ὁ νοσῶν συνωθεῖται πρὸς τὰ ἁρμόζοντα. διὰ γὰρ τοῦτο καὶ γέγραπται· ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε· δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται. καὶ μὴ ἔλεγχε ἄφρονα, ἵνα μή σε μισήσῃ· καὶ εἰς ἄφρονος ὦτα μὴ λέγε τοὺς λόγους σου, ἵνα μὴ μυκτηρίσῃ αὐτούς.’ Καὶ ὁ βασιλεὺς ἔφη πάλιν τῷ υἱῷ· ‘πῶς ἄρα ὁ μὲν δαψιλῶς ἐσθίων εὐθὺς καὶ κορέννυται, ὁ δὲ χρημάτων ἐρῶν ἀκόρε- στον ἔχει τὴν περὶ ταῦτα ἔφεσιν;’ ὁ παῖς ἀπεκρίνατο· ‘ἡ μὲν τὰ ὄψα δεχομένη τοῦ ἀνδρὸς γαστὴρ μετὰ τὴν τούτων δαψιλῆ μετάληψιν πάντως καὶ κόρον αὐτῶν, κἂν μὴ βούληται, λαμβάνει· ὀφθαλμοῦ δὲ λύχνος καθʼ ὅσον ὁρᾷ τὰ χρήματα, κατὰ τοσοῦτον καὶ αὐτῶν ἐφίεται καὶ ἀκορέστως πρὸς ταῦτα ἔχει, μέ- χρις ἂν διὰ θανάτου ὑπὸ τὸν χοῦν ἡ αὐτοῦ ὄψις ὡς ἔθος καλυφθείη.’ Φησὶν οὖν αὖθις ὁ βασιλεύς· ‘ὁποῖος (ἂν) ἀποβαίη ἄρα ὁ τοῦ φθονεροῦ ἀνδρὸς καὶ βασκάνου θάνατος;’ καὶ ὁ παῖς· ‘ἀνδρὸς τοιούτου (θάνατος) κέρδος τοῖς ἑτέροις γίνεται. οὐδεμία γὰρ τῶν ἀθέσμων πράξεων χείρων τῆς βασκανίας καθέ- στηκε, καὶ χρὴ πάντα ἄνθρωπον θερμῶς αἰτεῖσθαι τὸ θεῖον ὅπως ὁ φθόνος τῆς ἑαυτοῦ καρδίας ἐξαρ- θείη τέλεον. γνῶθι δέ, ὦ βασιλεῦ, ὡς ἅπας μὴ βασκαίνων ἄνθρωπος ἡδέως πάνυ ἐσθίει, ἡδέως δὲ πίνει, καὶ ἡδέως ὑπνώττει. ἡ γὰρ αὐτοῦ διαγωγὴ φροντίδος ἀπήλλακται, ὁ βίος αὐτοῦ ἀνώδυνος τέ- τακται, (ἡ) καθέδρα ἀμέριμνος καὶ ἡ στάσις ἄπονος: Ταῦτα οὖν, ὦ κράτιστε βασιλεῦ, ἅπερ παῤ ἐμοῦ ἀκήκοας, αὐτάρκη πεφύκασιν εἰς διαγωγὴν ἀρίστην καὶ βίον ἀκατάγνωστον τοῖς ἐχέφροσι κατὰ σὲ καὶ συνετοῖς ἀνδ ράσι καὶ φιλοσοφίας ἐφιεμένοις.’