Ancient Greek · ~12 min
Paragraph 17
Syntipas, Narrationes de Syntipa 17.1
Not analysed yet
Ταῦτα οὕτως ὁ βασιλεὺς παρὰ τοῦ υἱοῦ ἐνη- χηθείς, εὐχαριστηρίους τῷ θεῷ λόγους ἀναπέμπει, καὶ τῷ Συντίπᾳ διετέλει ἐγκωμιάζων· οὐ μὴν ἀλλὰ καὶ δώροις τὸν ἄνδρα φιλοτίμοις ἐδεξιοῦτο. εἶτα λέγει πρὸς τὸν παῖδα οὑτωσί· τέκνον ποθεινότατον, ἆρά γε τὰ συμβαίνοντά τινι ἐξ εἱμαρμένης τύχης συμβαίνειν εἰώθασιν ;’ ὁ δὲ παῖς ἔφη τῷ βασιλεῖ· ‘τοῦτο μὲν οὕτως ἔχειν, ὦ δέσποτα, πολλοὶ τῶν ἀνθρώπων οἴονται· πλὴν τὸ αἴτιον τῶν συμβαινόν- των λυπηρῶν ἐκ τῆς τῶν ἀνθρώπων γίνεται μο- χθηρίας. οὐ γὰρ δικαίως χρῶνται ταῖς πράξεσιυ, ἀλλὰ σκολιῶς καὶ ἀδίκως. ἔθος γάρ ἐστιν αὐτοῖς, ὅταν τινὶ τῶν φιλοσόφων ἀνδρῶν ἐντυγχάνωσι, τῷ τὰ χρηστὰ καὶ δέοντα καὶ λυσιτελῆ συμβουλεύοντι, εἰ μὴ καὶ πλουτοκομῶν καὶ τιμῆς διαπρέπων ὁ τοι- οῦτος ὑπάρχει, περιφρονεῖν μᾶλλον αὐτὸν καὶ ὡς ἰδιωτικὸν παρορᾶν καὶ μὴ ἕνα τοῦτον ἡγεῖσθαι τῶν φιλοσόφων· διὸ οὐδὲ τὸ οὖς τοῖς ἐκείνου λόγοις τὸ παράπαν ὑποκλίνουσιν. εἰ δέ τις κατὰ τὸν βίον εὐπραγῶν εἴη καὶ εὐθηνούμενος καὶ τιμῆς παρὰ πάντων ἀξιούμενος, σοφίας δὲ καὶ συνέσεως παντε- λῶς ἀπεστέρηται, ἐκείνῳ μᾶλλον οἱ ἄνθρωποι προσ- ανέχουσι, κἂν ἰδιωτικῶς τοῦ νοὸς ἔχει. οὐ καλῶς τοῦτο δρῶσιν οἱ ἄνθρωποι, ἀλλὰ καὶ μᾶλλον κακο- τρόπως.’ Αὖθις οὖν ὁ βασιλεὺς τὸν υἱὸν ἐπερωτᾷ· ‘τίνι ἄρα τὸ βασιλεύειν προσήκει;’ ὁ δὲ παῖς ‘τῷ συνετῷ’ φησί ‘καὶ ἐχέφρονι, ὡς ἂν ἐντεῦθεν καὶ τὸ ὑπήκοον καλῶς διακυβερνᾶται, καὶ μηδέν τι ἄδικον ὑπό τινος συγχωρῆται γίνεσθαι, μηδʼ οὖ ὁ βασι- λεύων πρὸ τοῦ τὴν ἀλήθειαν εὐνόμως βεβαιοῦσθαι καταδίκῃ τινὰ καθυποβάλλῃ, καὶ ὅπως τοῖς μὲν εὐ- θέσι καὶ ἀγαθοῖς ἀγαθὰ ἀποδιδῷ, τοῖς δὲ σκαιοῖς καὶ κακοτρόποις τὰ ἀναλογοῦντα λυπηρά, τόν τε τοῦ θεοῦ φόβον πρὸ ὀφθαλμῶν ἔχ καὶ μηδὲν τοῦ δικαίου λογίζηται προτιμώτερον.’ Ἔφη δὲ πάλιν ὁ βασιλεὺς τῷ υἱῷ· ‘ποία βασιλεία, τέκνον, ἀσφα- λεστέρα καθέστηκε;’ καί φησιν ὁ παῖς· ‘ἡ τὸν θεὸν εὐλαβουμένη καὶ τὸ δίκαιον μεταδιώκουσα, ἥτις καὶ τοὺς πένητας οἰκτείρει καὶ τοὺς κακῶς ἔχοντας τῶν ὑπηκόων καὶ βιωτικαῖς περιπετείαις πιεζομένους ἀνακτᾶται καὶ εὐεργετεῖ.’ Ὁ βασιλεὺς ἔφη· ‘καὶ ὁποίᾳ δὴ τῇ βασιλείᾳ οἱ ἄνθρωποι ἐπιτέρπονται’; ὁ δὲ παῖς ‘τῇ ἐκ θείας προνοίας γεγενημένῃ’ φησί ‘καὶ τῇ δικαίως πολιτευομένῃ καὶ πάσης ἀγαθοερ- γίας πρὸς τοὺς ὑπ’ αὐτὴν ἀντεχομένῃ.’ Αὖθις δὲ ὁ βασιλεὺς παρὰ τοῦ υἱοῦ ἐπυνθάνετο· ‘ἆρά γε, ὦ τέκνον, ἡ σοφιστεία τῶν φιλοσόφων τῆς τῶν ἑτέρων περιγίνεται πανουργίας;’ ὁ δὲ υἱὸς ἔφη τῷ βασιλεῖ· ‘σφόδρα τῆς πανουργίας ἡ γνῶσις περι- γίνεται καὶ ἐφʼ ἅποσιν αὐτῆς ὑπερτερεῖν δύναται, ἅτε τὰς τῶν πράξεων διαφορὰς ἀσφαλῶς διακρί- νουσα καὶ τῶν φύσει καλῶν τὰ ἐναντία διαιροῦσα. ἡ γὰρ ἐνυπάρχουσά τισι πανουργία οὐ συνέσεως καὶ σοφίας καθέστηκεν, ἀλλὰ ψιλῆς διανοίας καὶ προθέσεως καὶ φρονήσεως.’ Ὁ δὲ βασιλεὺς πάλιν ἐπερωτᾷ· ‘τίνος χάριν οὐκ αἰδοῦνταί τινα τὸ παρά- παν οἱ φιλόσοφοι, ἀλλʼ ἰταμῶς τὴν αὐτῶν διδασκα- λίαν τοῖς πᾶσι προτείνονται;’ ὁ δὲ παῖς ὑπολαβὼν ἔφη· ‘τούτου χάριν, βασιλεῦ, τὸ ἀναιδὲς ἔχουσιν, ἐφʼ ᾧ διδάσκειν πάντας ἐπιποθοῦσι καὶ μάλιστα τοὺς συνετωτέρους καὶ τῆς σοφίας ἐφιεμένους.’