Ancient Greek · ~16 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 11.1
Not analysed yet
Τούτων πάλιν ὁ βασιλεὺς παρὰ τοῦ δευτέρου ἀκούσας (φιλοσόφου τῶν) λόγων, κελεύει τὸν υἱὸν αὐτοῦ μὴ ἀναιρεθῆναι. ἡ δὲ πονηρὰ γυνὴ πάλιν τὴν ἀναβολὴν μαθοῦσα τῆς ἀναιρέσεως, παρέστη αὖθις τῷ βασιλεῖ κατὰ τὴν τρίτην ἡμέραν καὶ λέγει αὐτῷ· ,,ὦ βασιλεῦ, οἱ σοφώτατοί σου σύμβουλοι μᾶλλόν εἰσι μωροὶ καὶ κακότροποι, καὶ πολλήν σοι τὴν βλάβην ποιῆσαι δοκιμάζουσιν. “καὶ ὁ βασιλεὺς ἔφη πρὸς αὐτήν· „πῶς, ὦ γύναι; “ἣ δὲ ἔφη· „ἦν γάρ τις, ὡς λέγεται, βασιλεύς, [ὅς] ἔχων υἱὸν κατὰ πολὺ τὰ κυνηγέσια ὀρεγόμενον· καὶ μιᾷ τῶν ἡμερῶν ἔφη ὁ υἱὸς τὸν τοῦ πατρὸς αὐτοῦ σοφώτατον σύμ- βουλον· „ζήτησον τὸν βασιλέα τὸν πατέρα μου, ἵνα μοι ὁρίσῃ ἐξελθεῖν εἰς κυνήγιον. · ὁ δὲ σύμβουλος ζητεῖ τοῦτο παρὰ τοῦ βασιλέως· καὶ ὁ βασιλεὺς ἀπε- κρίνατο· „ἐὰν καὶ σὺ μετὰ τοῦ υἱοῦ μου ἐξέλθῃς, „γενέσθω τὸ αἴτημά σου. “ἐξέρχεται οὖν μετὰ τοῦ υἱοῦ τοῦ βασιλέως ὁ τοῦ πατρὸς σύμβουλος, καὶ ἀμφότεροι ἐπορεύοντο. καὶ ὁρῶσί τινα ὄναγρον ἐν τῷ ὄρει, καὶ λέγει ὁ σύμβουλος τῷ παιδί· „„κατα- „δίωξον ὀπίσω τοῦ ὀνάγρου, καὶ σὺ μόνος αὐτὸν „κυνήγησον. “ὁ δὲ παῖς ἐδίωκε τὸν ὄναγρον. καὶ οὕτως, δρομαίως διώκων, μόνος ἐγένετο τῶν συν τρόφῶν, καὶ μὴ εἰδὼς τὴν ὀδὸν ἐν πορεύεται, μίαν ὀδὸν εὑρών, ταύτην ἐβάδιζεν. εἶτα εὑρίσκει κατὰ τὴν ὀδὸν γυναῖκα θρηνοῦσαν νεάνιδα καί φησι πρὸς αὐτήν· ,,ὦ γύναι, τί κλαίεις; πόθεν εἴ σύ; “ἡ δὲ νεᾶνις λέγει αὐτῷ· ,,βασιλέως εἰμὶ θυγάτηρ. καὶ „ἐπὶ ἐλέφαντος ἐκαθήμην καὶ τούτου ἐξολισθήσασα „ἔπεσον, μηδαμῶς ἐννοήσασα πῶς ἔπεσον. καὶ μό- „λις τοῦ πτώματος ἀνένευσα καὶ ἀναβλέψασα ἰδεῖν „τινα τῶν ἐμῶν οἰκετῶν, οὐδένα ἑώρακα. ἔκτοτε πλανηθεῖσα, οὐκ οἶδα ποῦ καὶ πόθεν πορεύομαι, καὶ ἔτρεχόν γε σφοδρῶς, ἕως οὐ τὰ νῦν ἠγανά- „κτησα. “ταῦτα τῆς κόρης εἰπούσης, ὁ τοῦ βασι- λέως υἱὸς ἐλεήσας αὐτήν, ὄπισθεν τοῦ ἑαυτοῦ ἀνε- βίβασεν ἵππου. ἡ δὲ κόρη τούτοις τοῖς λόγοις αὐτὸν ἀπατήσασα, παρεσκεύασε διαφθεῖραι αὐτὸν ἐπί τινι ἀοίκῳ καταλύματι. καὶ λέγει τῷ νεανίσκῳ· „χρεία μοι ἐστὶν ἐν τῷδε εἰσελθεῖν. · καὶ καταγαγόντος αὐτὴν τοῦ ἵππου καὶ εἰσελθούσης ἐκείνης, ἀκούει ὁ παῖς θόρυβον ἐντὸς καὶ ἀλαλαγμόν. καὶ ἀπελθὼν παρέκυψε τοῦ ἔδειν τίς ὁ θόρυβος· καὶ ὀρᾷ τὴν κό- ρην ἐκείνην ὡς λάμιαν προσομιλοῦσαν ταῖς ἑτέραις λαμίαις καὶ λέγουσαν· „ἰδοὺ ἢγαγον ὑμῖν νεανίσκον „ἔφιππον. “αἱ δὲ λάμιαι αὐτῇ ἔλεγον· „ἀπάγαγε „τοῦτον εἰς τὸ ἄλλο κατάλυμα. · καὶ τούτων οὕτω λεγομένων, ὁ νέος στραφεὶς ἅμα ἐπὶ τὸν τόπον ἔνθα τὴν κόρην ἐκ τοῦ ἵππου κατήγαγεν, ὥρμησεν ἀπελ- θεῖν. καὶ ἐκείνη ταχέως πρὸς αὐτὸν ἦλθε καὶ ἐπέβη τοῦ ἵπου ὡς τὸ πρότερον. ὁ δὲ νέος σφόδρα ἐδε- δίει καὶ ἔτρεμε ταύτην. καὶ λέγει αὐτῷ ἐκείνη· „τι „οὕτως, ὦ νεανία, τρέμεις καὶ δέδοικας ; “ὁ δὲ τοῦ βασιλέως υἱὸς πρὸς αὐτὴν ἀντέφησεν· „ἐνθυμηθείς „τινος τῶν ὁμηλίκων καὶ ἐκεῖνον φοβούμενος ὑπο- „τρέμω. “δὲ πρὸς αὐτὸν· „διὰ τί σὺ μὴ δωρεαῖς „μκαὶ χαρίσμασι τὸν ἐκείνου θυμὸν καταπραΰνεις; „λέγεις γὰρ εἶναί σε βασιλέως υἱὸν, καὶ πολλοῦ „ρυσίου εὐπορεῖς. · καὶ ὁ νέος πάλιν φησίν· „ἀλλʼ „oὐ διὰ χαρισμάτων ἐκεῖνος ἐμοὶ φιλίαν ποιεῖ. “καὶ ἡ λάμια πρὸς αὐτόν· ,,παρακάλεσον τὸν πα- „τέρα σου, καὶ αὐτός σε τῆς κακίας ἐλευθερώσει. · “καὶ ὁ νέος· ,,οὐδὲ ὁ πατήρ μου, νομίζω, δύναται· „ὅμως καλῶς εἶπας καὶ πρεπόντως ἔφησας. · κᾳὶ εὐθὺς εἰς οὐρανὸν ὁ νέος τοὺς ὀφθαλμοὺς ἀνατεί- νας καὶ τὰς χεῖρας, ,,δέσποτα Χριστέ,“ παρεκάλει λέγων, „δός μοι τῷ δούλῳ σου κατισχύσοι τοῦ δαι „μονίοῦ τούτου, καὶ τῶν αὐτοῦ με μηχανημάτων „ἐξάρπασον. “καὶ ταῦτα τούτου εὐξαμένου, ἐκείνη ἑαυτὴν κάτω ῥίπτει ἐπὶ τοῦ ἐδάφους καὶ τῷ χοῒ ἐνεκυλίετο, καὶ δοκιμάζουσα ἀναστῆναι οὐδʼ ὅλως ἴσχυεν. ὁ δὲ νέος ἅπαντα χαλινὸν χαλάσας, ἀκρα- τῶς ἐκεῖθεν τὸν ἵππον ἤλαυνε, καὶ τὸ κάκιστον δαι- μόνιον διαδρὰς μέχρι τῆς πατρῴας οἰκίας διασώζε- ται, ἔτι σύντρομος τυγχάνων ἀπὸ τῆς λαμίας. —Ἐκ ταύτης τῆς προτεθείσης σοι παρʼ ἐμοῦ διηγή- σεως γνῶθι ἀκριβῶς οἷόν ἐστι τὸ τῶν συμβούλων ἀπατηλὸν καὶ ψευδὲς ἔργον. καὶ αὐτὸν σὲ φενακί- ζοντες καὶ ἀπατῶντες λέγουσι ταῦτα τῷ κράτει σου. ὅθεν κἀγὼ διὰ τὴν εἰς ἐμὲ γενομένην ἀτοπίαν παρὰ τοῦ υἱοῦ σου γνωρίζω τῇ σκηπτουχίᾳ σου· οἱ σύμ- βουλοι ψεύδονται, (καὶ τὸ ἑαυτῶν μόνον κέρδος σκοποῦσι) κἂν μεγάλως φυλάττειν τὸν (σὸν) υἱὸν προσποιῶνται.