Ancient Greek · ~10 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 10
Not analysed yet
Ταῦτα ὁ δεύτερος σύμβουλος τῷ βασιλεῖ γε εἰ- πών, προσέθηκε τοῖς αὐτοῦ λόγοις καὶ τοῦτο, ὡς „τῶν γυναικῶν τοὺς δόλους, ὦ βασιλεῦ, πολλοὺς καὶ ποικίλους εἶναι ἀκήκοα, ἐξ ὧν ἕνα τρόπον κα- κίας γυναικὸς παρατίθημι εἰς διήγησιν. γυνή τις ἦν, ἔχουσα φίλον κατʼ ἔρωτα, ὃς καὶ ὑπῆρχεν εἶς τῶν τοῦ βασιλέως στρατιωτῶν. ἔτυχε γοῦν τὸ κατʼ ἐκεῖνο καιροῦ τὸν στρατιώτην πέμψαι τὸν δοῦλον αὐτοῦ πρὸς τὴν ἐρωμένην καὶ πυθέσθαι αὐτῇ [ἤτοι ἐρωτῆσαι] εἰ καιρὸς ἁρμόδιός ἐστιν, ἀπόντος τοῦ ἀνδρὸς αὐτῆς, τὸν κύριον τούτου παραγενέσθαι. ὅτε καὶ ἡ ἀσελγὴς γυνὴ ἐρασθεῖσα τοῦ δούλου εἰς μῖξιν τοῦτον ἐλθεῖν κατηνάγκασε. τούτου οὖν γενομένο καὶ τοῦ δούλου χρονίζοντος ἀπελθεῖν πρὸς τὸν κύ- ριον αὐτοῦ καὶ ἀπαγγεῖλαι τί γέγονεν, ὁ κύριος παρεγένετο πρὸς ζήτησιν τοῦ δούλου. ἡ δὲ γυνὴ αἰ- σθομένη τοῦτο, λέγει τῷ δούλῳ· „εἴσελθε σὺ εἰς τὸ ἐσώτερον οἴκημα. “καὶ τούτου γενομένου, ὁ κύριος τοῦ δούλου ἐλθὼν πρὸς αὐτὴν συνεμίγνυτο. οὕτως οὖν ἐκείνων συμφθειρομένων καὶ τοῦ δούλου ἔσω προσκαρτεροῦντος, ἐξαίφνης ὁ τῆς γυναικὸς ἀνὴρ παρεγένετο. ἡ δὲ μοιχαλὶς φοβουμένη τὸν μοιχὸν εἰσάξαι εἰς τὸ ἐνδότερον καὶ αὐτόν, μή πως θεάσαιτο τὸν ἑαυτοῦ δοῦλον, ἀλλοτρόπως ἐνόησε τὰ καθʼ ἑαυτὴν ἐξοικονομῆσαι, καὶ λέγει πρὸς τὸν μοιχόν· „γύμνωσόν σου τὴν σπάθην καὶ μετὰ θυμοῦ, „φέρων „ἐν χερσὶ τὴν μάχαιραν γυμνήν, προσποιητῶς ὕβριζε „κἀμὲ καὶ τοῦ οἰκήματος ἐξέρχου, τὸν δὲ ἄνδρα μου „μηδέν τι ὅλως λαλήσῃς. “καὶ ὁ μοιχὸς αὐτίκα τοῦτο ἐποίησε, καὶ ξιφηφόρος τῆς οἰκίας ἐξερχόμενος τὴν γυναῖκα καθύβριζεν. ὁ δὲ κύριος τοῦ οἴκὸυ εἰσελ- θὼν ἔνθα καὶ ἡ γυνὴ διέτριβεν, ἐπηρώτα αὐτὴν λέ- γων· ,,τίς ἡ τοῦ ξένου τούτου ἔλευσις πρὸς τὴν „οἰκίαν ἡμῶν, ὦ γύναι, καὶ αἱ ὕβρεις πρὸς σὲ αἱ „μετὰ ξίφους; “ὅτε καὶ ἡ γυνὴ „τούτου τοῦ ξένου „ὁ δοῦλος“ ἔφη ,,φεύγων κατέφυγεν εἰς τὴν οἰκίαν „ἡμῶν σύντρομος, φονευθῆναι δειλιῶν· καὶ παρʼ „ἐμοῦ τοῦ δούλου κρυφθέντος, ὁ κύριος τούτου „χειρὶ βιαίᾳ ἐπειρᾶτο τοῦτον λαβεῖν καὶ φονεῦσαι. ,,ἐμοῦ δὲ τοῦτον ἐμποδιζούσης ἐνδότερον εἰσελθεῖν, „ἵστατο, ὡς οἶδας, μετὰ θράσους καθυβρίζων με, „ἀνῃρημένος τὴν σπάθην. “ὁ δὲ ἀνὴρ λέγει· „ποῦ „ἐστιν ὁ δοῦλος ; “ἡ δὲ γυνὴ „ἔσω“ ἔφη „τοῦ ἐν- „δοτέρου οἰκήματος. “τοῦ δὲ οἰκοδεσπότου ἐξελ- θόντος θεάσασθαι εἰ ὁ δεσπότης τοῦ δούλου ὑπανε- χώρησε, καὶ ἄνω καὶ κάτω συστρέψας οὐκ εἶδεν αὐτόν· τότε στραφεὶς βλέπει τὸν δοῦλον καὶ λέγει αὐτῷ· „ἄπελθε τὸ λοιπὸν ἐν εἰρήνῃ· ὁ γὰρ κύριός „σου μακρὰν ἀπὸ τῶν ὧδε ἐγένετο. · καὶ στραφεὶς πρὸς τὴν γυναῖκα λέγει „μεγάλην εὐεργεσίαν ὑπο- „λαμβάνω τῷ δούλῳ τούτῳ ποιῆσοι σε. “καὶ ἰδού, ὦ βασιλεῦ, ἀπεδείχθη τῷ κράτει σου ὡς οὐ πρέπει καθόλου τοῖς τῶν γυναικῶν ἀπατηλοῖς λόγοις ἀκο- λουθεῖν.