Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 3.1
Not analysed yet
Βασιλεύς τις ἦν Κῦρος ὀνόματι, ᾧ καὶ ησαν γυναῖκες ἑπτά· ἦν δὲ ἄπαις· ὅθεν καὶ παίδων ὀρε- γόμενος θερμοτάτως παρεκάλει τὸ θεῖον τοῦ τῆς ἀπαιδείας λυθῆναι δεσμοῦ. ἐπὶ πολὺ γοῦν περὶ τού- του δεόμενος ἔτυχε τῆς ἐφέσεως, καὶ γεννᾷ οὗτος υἱὸν, ὃν καὶ ἀνατρέφων βασιλικῶς ἐξεπαίδευε· καὶ ὡς δένδρον ἄριστον ηὔξηνε τῇ ἡλικίᾳ. τοῦτον τοί- νυν τὸν υἱὸν ὁ βασιλεὺς ἤδη τῆς πρώτης ἡλικίας κἂν τῷ τέλει ἁψάμενον, τῷ διδασκαλείῳ παρέδωκε, ἵνα τοῖς σοφιστικοῖς μαθήμασιν ἄριστος γένηται ἐν- διατρίψας. τρία δὲ ἔτη διανύσας ἐν τοῖς μαθήμασιν οὐδὲν ἐκαρπώσατο. καὶ ὁ βασιλεύς· „εἰ καὶ πολλοὺς χρόνους παρὰ τῷ διδασκάλῳ ὁ υἱός μου ἐσχόλασε καὶ τὸ παράπαν οὐδὲν ἐπαιδεύθη, ἀλλʼ οὖν ἐπά- ναγκες δοῦναι αὐτὸν Συντίπᾳ τῷ φιλοσόφῳ, ὃν ἀκήκοα μάλα σοφὸν ἄνδρα ὑπάρχειν. “καὶ ταῦτα εἰπὼν ὁ βασιλεὺς εὐθὺς Συντίπαν μετεκαλέσατο καί φησι πρὸς αὐτὸν· ,,πῶς δοκεῖ σοι τὸν ἐμὸν υἱὸν ἐκπαιδεῦσαι, φιλόσοφε, φιλοσόφως; “ὁ δὲ Συντί- πας ἔφη ὡς „ἑτοίμως ἔχω, βασιλεῦ· ἐπὶ μησὶν ἓξ τοῦτον ἐκπαιδεύσας, πάσης ἐμπλήσω φιλοσοφίας, ὡς μὴ τοῦ παιδὸς εὑρεθῆναί τινα φιλοσοφώτερον εἰ δὲ ἐντὸς τοῦ τοιούτου χρόνου τὸν σὸν υἱὸν οὐ φιλόσοφον ἄριστον παραδώσω σοι, σὺ, βασιλεῦ, χώ- ρει κατὰ τῆς ἐμῆς ζωῆς, καὶ πᾶς ὁ βίος μου τῷ ταμιείῳ σου προςκληρούσθω. ἄτοπον γὰρ ἂν εἴη τοιοῦ- τον εὐτυχῆ βασιλέα καὶ τοιαύτην ἐπʼ αὐτῷ ἐπαρχίαν, πάσης συνέσεως γέμουσαν καὶ νοημάτων, μὴ φιλό- σοφον (νέον) βασιλέα κεκτῆσθαι, ἀλλʼ οὐδὲ τὴν ἰατρι- κὴν ἐπιστήμην μὴ εἰδότα. εἰ γὰρ μὴ τοιούτου βασι- λέως ἐπιστατοῦντος τοῖς πράγμασιν ἐν ἐκείνῳ τῷ τόπῳ, οὐ δεῖ τινα τῶν ἁπάντων διατρίβειν ἐν ἐκείνῳ τῷ τόπῳ. ἔμαθον γὰρ, ἔμαθον ὡς οὐδὲν οἱ βασι- λεύοντες τῷ θυμῷ τοῦ καυστικοῦ πυρὸς διαφέρουσι· καὶ δεῖ γε τούτους καὶ φιλοσόφους εἶναι ὅσον δυνα- τόν, καὶ φιλοσόφους ἄνδρας προσομιλεῖν καὶ τούτων ἀκούειν, ὥσπερ Ἀλέξανδρος, ἵνα μή τινων ὑποβολαῖς περὶ τὸ ὑπήκοον ὠμότεροι τῶν ἰδιωτῶν ἀναδειχθῶ- σιν. εἰ τοίνυν, ὦ βασιλεῦ, καθώς σοι ἐπαγγέλλομαι, τέλειον τὸν υἱόν σου ἀποκαταστήσω φιλόσοφον, καὶ τὴν σὴν βασιλείαν ἐπάναγκες φιλοτιμήσασθαι ἐπʼ ἐμὲ φιλοτίμως καὶ βασιλικῶς. “ὁ δὲ βασιλεὺς ἔφη πρὸς ταῦτα· „ὅτι ἂν ᾖ σοι τὸ ποθούμενον, καὶ εἴπερ ὑπάρ- χει μοι ῥᾴδιον, τοῦτό σοι δώσω· εἰ δὲ ἀδύνατόν ἐστι τὸ ζητούμενον, οὐκ ἔχω σοι δοῦναι. “ὁ δὲ Συντί- πας ἀκούσας ἀπεκρίνατο τῷ βασιλεῖ ὡς „ἐν παρα- δείγματι ἄκουσον, ὦ βασιλεῦ· ὅπερ σὺ παρά τινος οὐ ῥᾳδίως ἔχεις λαβεῖν, μηδʼ αὖ πάλιν σὺ ἑτέρῳ δοῦναι θελήσεις. “τότε ὁ βασιλεὺς τῷ λόγῳ τούτῳ συγκαταβὰς ἦν καὶ μεγάλαις ἐλπίσι καὶ χρησταῖς τὸν φιλόσοφον ἐπληροφόρει. „ὅ τι ἂν“ φησίν ,,αἰ- τήσῃς παῤ ἐμοῦ, ἕξεις δοθησόμενον. “καὶ τούτων οὕτως παῤ ἀμφοτέρων λεχθέντων, συμβόλαιον βε- βαιώσεως ὁ φιλόσοφος τῷ Κύρῳ ἐξέθετο, ἐν ᾧ δὴ καὶ ἐγέγραπτο, ὡς μετὰ μῆνας ἓξ καὶ ὥρας ἓξ εἰς τέλος δεδιδαγμένος ὁ παῖς τῷ βασιλεῖ παῤ αὐτοῦ ἀποδοθήσεται· εἰ δὲ παρελθόντος τοῦ συμπεφωνη- μένου καιροῦ οὐ τὸν υἱὸν τοῦ βασιλέως ἀποδώσει φιλόσοφον, κεφαλικῇ τιμωρίᾳ ὁ Συντίπας ἔσται ὑπεύθυνος.