Ancient Greek · ~30 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 4.1
Not analysed yet
Ἐπὶ τούτοις ὁ βασιλεὺς τὸν ἑαυτοῦ υἱὸν εἰς χεῖρας τοῦ φιλοσόφου παρέθετο. καὶ εἰς τὴν ἑαυ- τοῦ οἰκίαν εἰςήγαγεν· ἀνοικοδόμησε δὲ τῷ παιδὶ τοῦ βασιλέως νέον οἶκον εὐρύχωρον, καὶ τὰ ἐντὸς τοῦ οἴκου καταλαμπρύνας, ἱστόρησεν ἐν τοῖς τοίχοις τοῦ οἴκου ὅσα διδάξαι τὸν παῖδα ἔμελλε. καὶ ἐντὸς τοῦ οἴκου τὸν νέον καθίσας, φησὶν ὁ διδάσκαλος τῷ νέῳ βασιλεῖ· „πᾶσά σου ἡ ἀναστροφὴ καὶ ἡ δίαιτα ἐν τούτῳ ἔστω σοι τῷ οἰκήματι, ἕως ἂν κα- λῶς ἐκμάθῃς ὅσα ἱστόρηται ἐν τοῖς τοίχοις. “ἔκτοτε γοῦν ὁ φιλόσοφος τῷ παιδὶ παρεκάθητο καὶ διʼ ὅλου μετʼ αὐτοῦ συναναστρεφόμενος, ἐδίδασκεν αὐτῷ τὰ ἱστορηθέντα, ἔχων πᾶσαν χρείαν καὶ ἐπιμέλειαν ἐκ τοῦ βασιλέως. ἐπιμεληθεὶς οὖν τοῦ νέου μετὰ μεγά- λης σπουδῆς ὁ φιλόσσφος, ἐντὸς τῆς διωρίας τὰ τῆς διδασκαλίας ἀπήρτισε. καὶ δὴ μεμάθηκεν ὁ παῖς ἅπερ οὐδεὶς τῶν παίδων ἕτερος ἠδυνήθη μαθεῖν. πρὸ γοῦν μιᾶς ἡμέρας τῆς προθεσμίας ὁ φιλόσοφος ἐμηνύθη παρὰ βασιλέως ὡς „τὰ τῆς ὑποσχέσεως ἐτέλεσας; “ὃ δὲ ἀντέφησε τῷ βασιλεῖ ὡς „εἴ τί σοι ποθητόν, ὦ βασιλεῦ κράτιστε, γέγονεν· αὔριον γὰρ ὁ σὸς υἱὸς ἔρχεταί σοι ἐν ὥρᾳ τρίτῃ τῆς ἡμέρας, καὶ ὄψει αὐτὸν καὶ χαρήσῃ. “ὁ δὲ βασιλεὺς ἐπὶ τῇ ἀγ- γελίᾳ γενόμενος περιχαρὴς καὶ ἰδὼν τὸν υἱόν, λέγει αὐτῷ· „ἥκεις, ὦ παῖ, γεγονὼς καθὼς ὁ διδάσκαλος εἶπεν; “ὅτε καὶ ὁ νέος ἀπεκρίνατο· „ἅμα τῷ διδα- σκάλῳ προσελθόντες τῷ κράτει σου ἀναγγελοῦμεν. “ὅτε καὶ ὁ φιλόσοφος ἰδίᾳ λέγει τῷ νέῳ· „ἔδοξέ μοι ταύτῃ τῇ νυκτὶ ποιῆσαι ζήτησιν περὶ τῆς ἀποκειμέ- νῆς τῇ γεννήσει σου τύχης καὶ περὶ ταύτης ἀκριβῶς ἀστρολογῆσαι, ὡς ἄν, εἰ ἔστι σοι συμφέρον, οὕτω πέμψω σε τῷ πατρί σου. “τὴν γοῦν τοιαύτην ἀστρο- λογικὴν συζήτησιν ποιησάμενος ὁ φιλόσοφος εὗρεν ὅτι οὐκ ἔστι συμφέρον προσαχθῆναι τῷ βασιλεῖ τὸν υἱὸν αὐτοῦ, εἰ μὴ ἄλλαι ἑπτὰ ἡμέραι μετὰ τὸν ὁρι- σθέντα καιρὸν παρὰ τοῦ φιλοσόφου διέλθωσιν· εἰ γὰρ μὴ οὕτω γένηται, κίνδυνος τῇ ζωῇ τοῦ παιδίου γενήσεται. ταῦτα τοίνυν ὁ φιλόσοφος καταμαθὼν ἀπὸ τῆς ἀστρολογικῆς μεθόδσυ, διεταράχθη. καὶ ἰδὼν αὐτὸν ὁ τοῦ βασιλέως υἱὸς δεινῶς λυπούμε- νον, ἐπηρώτα λέγων· „διδάσκαλε, τί οὕτω σκυθρω- πὸς ἐγένου καὶ κατηφής; “ὁ δὲ φιλόσοφος τὴν αἰ- τίαν δεδήλωκε τῷ παιδί· καὶ ὁ παῖς πρὸς αὐτόν· „εἰ ἄρα τοῦτο ἀρέσκει σοι, ὦ διδάσκαλε, οὐδʼ εἰς ὁλόκληρον μῆνα τῷ ἐμῷ πατρί τε καὶ βασιλεῖ ἀπο- λογήσομαι ὅλως, ἀλλʼ εἰς ὅσον θέλεις καιρὸν ἔσομαι σιωπῶν. “ὁ δὲ φιλόσοφος εἶπεν· „ἀλλʼ ὑπεσχέθην τῷ πατρί σου, καὶ οὐ δύναμαι παραβῆναι τὰς ὑπο- σχέσεις· καὶ γὰρ τῇ αὔριον ἐπηγγειλάμην εἰς ὄψιν αὐτῷ παραστῆσαί σε περὶ ὥραν δευτέραν τῆς ἡμέ ρας, καὶ οὐ δύναμαι ψεύσασθαι τούτῳ. διὸ καὶ ἀπὸ τὴν αὔριον ἐγὼ κατακρύψω ἐμαυτὸν ἔν τινι τόπῳ, καὶ σὺ κατὰ τὴν δευτέραν ὥραν τῆς αὔριον ἄπιθι πρὸς τὸν πατέρα σου τὸν βασιλέα καὶ ἔμπροσθεν αὐτοῦ στῆθι, καὶ ἔσο σιωπῶν καὶ παντελῶς ἄφω- νος, ἕως οὗ ἄλλαι ἑπτὰ ἡμέραι παρέλθωσιν. “ὅθεν καὶ πρωΐας ὁ παῖς κατὰ δευτέραν ὥραν παραγίνεται καὶ ἐπὶ γῆς αὐτῷ προσκυνεῖ. ὁ δὲ βασιλεὺς πλη- σιέστερον καλέσας αὐτὸν, ἀσμένως ἠσπάζετο καὶ μετὰ χαρᾶς ἤρξατο προςλαλεῖν. ὁ δὲ υἱὸς οὐκ ἐλάλει τῷ βασιλεῖ, ἀλλʼ ἵστατο σιωπῶν, ἀτενίζων μόνον εἰς τὸν πατέρα. καὶ ὁ μὲν πατὴρ πάλιν ἠρώτα τὸν παῖδα· ὁ δὲ παῖς πάλιν ἄφωνος ἵστατο. τότε ὁ βασιλεὺς, ὑπὸ περιχαρίας ἐφʼ ὑψηλοῦ καθίσας τοῦ βήματος καὶ πᾶσον τὴν σύγκλητον πρὸς ἀκρόασιν τῶν μαθη- μάτων τοῦ παιδὸς συγκαλέσας, ἐκπληττόμενος ἦν καὶ θαυμάζων ἐπὶ τῇ τοῦ παιδὸς ἀφωνίᾳ καὶ σιωπῇ, καί φησι πρὸς τοὺς μεγιστάνους αὐτοῦ· „κἂν ὑμεῖς τὸν υἱόν μου λαλήσατε· αὐτὸς γὰρ, ὡς ἔοικε, φο- βούμενος ἐμὲ σιωπᾷ. “τῶν δὲ ἀρχόντων λόγους λα- λησάντων τῷ νέῳ γλυκεῖς καὶ τοῦτον πρὸς ἀπό- κρισιν ἑλκόντων, ἐκεῖνος ὡς τὸ πρότερον σιωπῶν ἦν. ὅθεν ὁ βασιλεὺς περιαλγὴς γενόμενος, στρα- τιώτας κελεύει εἰς τὴν τοῦ διδασκάλου ἀναζήτησιν. οἳ δὲ ἐπιμελῶς αὐτὸν ἀναζητήσαντες οὐχ εὗρον. πά- λιν οὖν ὁ βασιλεὺς λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· „τί ἄρα ὑμῖν φαίνεται τὸ αἴτιον τῆς σιωπῆς ταύτης; εἷς δὲ τούτων ἀπεκρίθη τῷ βασιλεῖ λέγων „δοκεῖ μοι, ὦ βασιλεῦ, ὡς τῷ υἱῷ σου βότανόν τι δέδωκεν ὁ διδάσκαλος, ὥστε διὰ τοῦ βοτάνου στερεώτερον διαβῆναι τὴν διδασκαλίαν ἐν αὐτῷ. καὶ στοχαζόμεθα ὅτι ἀπὸ τοῦ βοτάνου ἐκείνου ἐδεσμεύθη· ἢ καὶ ἀπὸ πολλῆς καὶ σκληρᾶς παιδεύσεως τοῦ διδασκάλου τοῦτο ἐγένετο. “ἐπὶ τούτοις οὖν τοῦ βασιλέως ἀθυ- μοῦντος καὶ λυπουμένου, μία τῶν αὐτοῦ γυναικῶν οὕτω λυπούμενον τὸν βασιλέα ἰδοῦσα, φησὶ πρὸς αὐτὸν· „ὦ βασιλεῦ, ἐπίτρεψον ἐμὲ καὶ τὸν υἱόν σου κατὰ μόνας γενέσθαι, καὶ ἐμοὶ τὴν αἰτίαν τῆς σιω- πῆς ἀναγγελεῖ, ὅτι καὶ πρὸ ταύτης τῆς αἰτίας συνή- θειαν εἶχεν ἀνακαλύπτειν ἐμοὶ πάντα ὅσα εἶχεν αὐ- τός, ἅπερ οὐδὲ τῇ αὐτοῦ μητρὶ ἐδήλου. “ἡ μέντοι μήτηρ τοῦ παιδὸς καὶ αὐτὴ σφοδρότερον ἐτιτρώσκετο τὴν καρδίαν. λέγει οὖν ὁ βασιλεὺς τῇ παμπονήρῳ τοῦ υἱοῦ μητρυιᾷ· „λάβε οὖν σὺ τὸν υἱόν μου πρὸς ἑαυτὴν καὶ ὡς δύνασαι κολακευτικῶς αὐτῷ προσομί- λησον, ἵνα κἂν διὰ σοῦ, ὡς εἶπας, κινηθείη πρὸς τὸ λαλῆσαι. καὶ τότε νοήσεις αὐτὴ σὺ τί τὸ τῆς σιωπῆς ταύτης αἴτιον. “ἡ δὲ γυνὴ τὸν παῖδα τῆς χειρὸς λαβοῦσα, πρὸς τὴν ἑαυτῆς οἰκίαν ἀπήγαγε καὶ συνομιλεῖν αὐτῷ λόγους πραεῖς καὶ ἡμέρους ἀπήρξατο. ὁ δὲ παῖς ὡς καὶ πρότερον ὁμοίως ἐκράτει τὴν σιωπήν, μηδʼ ὅλως τοῖς γλυκέσι λόγοις τῆς γυναικὸς ὑποχαυνούμενος καὶ ἀκούων. εἶτα λέ- γει πάλιν πρὸς αὐτὸν ἡ γυνή· „ὦ φίδτατε, νῦν ἀληθῶς ἔγνων ὡς ὑπὸ αἰτίαν τινὰ ὑπάρχεις. ἵνα τί λοιπὸν ἐπὶ τοσοῦτον καιρὸν σιωπᾶς; ὅμως, εἰ φό- βον ἔχεις εἰς ἑαυτὸν μή τι τῶν ἀδοκήτων ἐπέλθοι σοι, συμβουλεύω σοί τι πρᾶγμα ὠφέλιμον, καὶ οὐ χωρισθήσομαί σου πρότερον, ἕως οὗ τὸ ἔργον ὃ λέξω σοι ἐπʼ ὠφελείᾳ τῇ σῇ ἐκπληρώσεις. ὃ δέ σοι λέγω, τοῦτό ἐστι· γινώσκεις καλῶς ὅτι ὁ σὸς πατὴρ ἤδη γέρων ἐστὶ καὶ ἀδύνατος, σὺ δὲ ἰσχύεις τῇ δυ- νάμει καὶ αὐξάνεις τῇ νεότητι. ἐὰν φαίνηταί σοι οὖν καλὸν, ἐπιβουλήν τινα κατὰ τοῦ πατρός σου μελε- τήσω, καὶ ἐκεῖνον μὲν εἰς φόνον ἐκδώσω, σὺ δὲ λαβὼν τὴν βασιλείαν, λήψῃ κἀμὲ εἰς γυναῖκα. “ταῦτα τῆς πονηρᾶς γυναικὸς τῷ παιδὶ λαλησάσης, σφόδρα ὁ παῖς ἐπὶ τούτοις ὠργίζετο, καὶ τοσοῦτον καθʼ ἑαυτὸν τῷ θυμῷ ἐταράχθη, ὡς καὶ τῆς τοῦ διδασκάλου αὐτῆς ἐντολῆς ἐπιλαθέσθαι καὶ πρὸ συμ- πληρώσεως τῶν ἑπτὰ ἡμερῶν λαλῆσαι. καί φησι πρὸς αὐτὴν· „γίνωσκε, ὦ γύναι, ὡς τὸ νῦν λαλη- θὲν παρὰ σοῦ οὐχ ἕξει ἀπόκρισιν παῤ ἐμοῦ ἕως συμπληρώσεως ἑπτὰ ἡμερῶν. “οὕτω τοῦ παιδὸς εἰ- πόντος, ἡ γυνὴ περίφοβος γενομένη καὶ ἔντρομος, βουλὴν κακίστην καὶ ὀλεθρίαν κατὰ τοῦ νέου ἐσκέ- ψατο· καὶ ἅμα διέρρηξε τὰ ἱμάτια αὐτῆς καὶ τὸ πρόσωπον τύπτουσα, μεγάλως ἐβόησεν. ὁ δὲ βασι- λεὺς ἀκούσας τῆς φωνῆς καὶ ταραχθείς, τὴν γυναῖκα προσκαλεῖται καὶ λέγει· „τίς ἡ αἰτία τῆς τοσαύτης σου ἀτάκτου βοῆς; “καὶ ἡ γυνὴ ἀπεκρίθη· „ἐγὼ, βασιλεῦ, μετὰ ἀγάπης πολλῆς κοπιῶσα καὶ προσομι- λοῦσα τὸν σὸν υἱὸν, παρεκίνουν αὐτὸν τοῦ λαλῆ- σαί σοι· οὗτος δὲ αἰφνιδίως ἐπιπεσών μοι, ἐνυ- βρίσαι μου τῷ σώματι ἐπειρᾶτο, ὥστε τῇ πολλῇ βίᾳ τὴν στολήν μου ἐσπάραξεν, ὡς ὁρᾷς, καὶ τὸ πρόσω πον τοῖς ἰδίοις κατετραυμάτισεν ὄνυξι. καὶ ἐγὼ μὲν ἐνόμιζον ὡς ἄλλοις τισὶν ἐλαττώμασι νεωτερικοῖς ὁ σὸς παῖς ἐκρατεῖτο· τοσαύτην δὲ ἀναίδειαν μυσαρὰν ἔχειν αὐτὸν οὐδʼ ὅλως ἐστοχαζόμην. “ὁ δὲ βασιλεὺς τούτων τῶν λόγων ἀνελπίστως καὶ παρὰ πᾶσαν προσδοκίαν ἀκούσας, καὶ καταπλαγεὶς ἐπὶ τῷ παρα- δόξῳ τῆς διηγήσεως, κακῶς κατὰ τοῦ υἱοῦ διετέθη καὶ καθόλου αὐτὸν τῆς υἱότητος ἀπεξένωσεν. ἐπὶ πολὺ δὲ τῇ καρδίᾳ νυττόμενος καὶ πικρῶς τῇ λύπῃ βαλλόμενος, πολυτρόπους καὶ ξένους λογισμοὺς καθʼ ἑαυτὸν ἀνεπόλει κατὰ τοῦ υἱοῦ· τέλος (δὲ) τῇ πολλῇ λύπῃ κατατρωθεὶς θάνατον κατὰ τοῦ παιδὸς ἀπε- φήνατο.