Ancient Greek · ~13 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 34.1
Not analysed yet
Τότε δὴ τῶν φιλοσόφων τέσσαρες ἐγγίζουσι πλη- σίον τῷ βασιλεῖ. καὶ ὁ εἷς ἀπʼ αὐτῶν εἶπεν· ,,ὧ βασιλεῦ, ἐγὼ νομίζω ὅτι ἡ αἰτία τοῦ φόνου τοῦ Συντίπα ἦν· ἐπειδὴ γὰρ ἐκεῖνος ἐγίνωσκεν ὡς ἐὰν λαλήσῃ ὁ παῖς ἐντὸς τῶν ἑπτὰ ἡμερῶν, θανάτῳ ὑποπεσεῖται, διὰ τί οὐκ ἐκράτει μετʼ αὐτοῦ τὸν υἱόν σου, ἀλλʼ ἔπεμψέ σοι αὐτὸν; “καὶ ὁ δεύτερος ἐπε- κρίνατο· „οὐκ ἔστι τοῦτο εὐάρμοστον. διότι οὐκ ἡδύνατο ὀλιγῶσαι ἢ πλεονάσαι τὸν καιρὸν ὄν συνε- φώνησε τῷ βασιλεῖ καὶ διὸ οὐκ ἦν δυνατὸν ψεύσα- σθαι αὐτόν, ἔπεμψε τὸν παῖδα πρὸς τὸν πατέρα κατὰ τὴν συμφωνίαν, ἑαυτὸν δὲ μακράν που ἀπέκρυψε. λοιπὸν ἡ αἰτία οὐκ ἔστι τοῦ Συντίπα, ἀλλὰ μᾶλλον, ὅσον μοι δοκεῖ, τοῦ βασιλέως ἐστὶν ἡ αἰτία τοῦ τὸν φόνον ὁρίσαντος φονευθῆναι. “καὶ ἀποκριθεὶς ὁ τρίτος ἔφη· „οὐχ οὕτω μοι δοκεῖ, τὸν βασιλέα αἴτιον εἶναι τοῦ φόνου· οὐδὲ γὰρ ὁ βασιλεὺς τοῦ πράγμα- τος αἵτιος· ἀλλʼ ὥσπερ οὐκ ἔστι λίθου ψυχρότερον ἄλλο οὐδʼ ἐλαφρότερον ἴσχας τῆς ἐκ ξύλου γενομέ- νης, πυρεκβολουμένου δὲ τοῦ λίθου μετὰ σιδήρου καὶ ἴσχας φλόγα γεννῶσιν, οὕτω καὶ ἄνθρωπος μετὰ γυναικὸς πεσών, κἂν πολλά ἐστι νοῶν κἂν πολλὰ φρόνιμος, ἄμα τοῦ συμμιγῆναι ὁ τοιοῦτος ἢ τῇ γυ- ναικὶ ἢ τῇ ἐρωμένῃ ἕλκεται πρὸς τὸν σκοπὸν τῆς γυναικὸς καὶ τὸ θέλημα· διὰ τοῦτο καὶ νῦν ἡ γυνή ἐστιν [ἡ] αἰτία τοῦ φόνου· ψευδῶς γὰρ κατηγοροῦσα τοῦ παιδός, ὡς μὴ αὐτῆς ἀκούσαντος, παρεκίνει τὸν βασιλέα πρὸς φόνον διὰ τὸ ἀγαπᾶν αὐτὴν καὶ διὰ τὸ μὴ φθάσαι τὸν υἱὸν συντυχεῖν τῷ πατρὶ καὶ εἰ- πεῖν τὴν τῆς γυναικὸς ἀναισχυντίαν καὶ τἄλλα· τότε ὁ τέταρτος ἐλθών εἰς τὸ μέσον, ἔφη· ,,οὐδʼ οὕτως μοι δοκεῖ ἔχειν ὡς λέγετε· οὐδὲ γὰρ ἡ γυνὴ αἰτία ἐγένετο, ἐπεὶ συνήθειά ἐστιν ὡς ἐπὶ τὸ πλεῖ- στον κινεῖσθαι τὰς γυναῖκας καὶ κομπόνεσθαι ὁπό- ταν ἴδωσι νεανίσκον εὐπρεπῆ· ἡ γὰρ ὡραιότης τοῦ νέου ἀγρεύει τὴν φύσιν τῶν γυναικῶν ὡς ἀσθενε- στέραν· καὶ μάλιστα γίνεται τοῦτο, ὅταν τύχωσιν οἱ δύο μόνοι λαλεῖν· τότε γὰρ πλέον ἐν μοναζίᾳ γαρ- γαλίζεται ἡ γυνὴ πρὸς συνουσίαν καὶ παρακινεῖ τὸν νέον εἰς ἐκπλήρωσιν τῆς ἐπιθυμίας αὐτῆς. λοιπὸν καὶ ἡ πονηρὰ αὕτη γυνὴ τοιαύτῃ ἀγάπῃ ἐκρατήθη τῷ κάλλει τοῦ νέου. ἐπεὶ δὲ οὐκ ὔκουσεν αὐτὴν ὁ τοῦ βασιλέως υἱός, ἀλλὰ μᾶλλον ἐφάνη αὐτὴν ἀπει- λῶν καὶ φοβερίζων περισσοτέρως, ἐφοβεῖτο καὶ ἔτρεμεν αὐτὸν ἡ γυνή, καὶ ἐσπούδαζεν ἐλευθερῶσαι αὐτὴν καὶ φυλάξαι ἀπὸ φόβον καὶ κίνδυνον ὃν προσ- εδόκα παθεῖν διὰ τούς λόγους αὐτῆς τοὺς κακούς, καὶ ἀπὸ ταύτης τῆς αἰτίας ἠναγκάζετο μετὰ τέχνης θανατῶσαι τὸν παῖδα. τὸ λοιπὸν ἡ αἰτία τοῦ νέου ἐστίν, ὅτι μὴ τὴν ἐντολὴν τοῦ διδασκάλου ἐτήρησεν ἵνα σιωπήσῃ, ἀλλʼ ἐλάλησε πρὸς τὴν γυναῖκα λόγον σκληρὸν καὶ φόβου γέμοντα. “τότε ἀποκριθεὶς καὶ ὁ Συντίπας λέγει· „οὐκ ἔστι, καθὼς νομίζω, οὕτως ὡς ὑμεῖς λέγετε· οὐδὲ γὰρ ὁ παῖς αἰτία ἐγένετο. ἀλλʼ οὐδὲ τῆς ἀληθείας ἐστί τι μεῖζον ἢ ἀληθέστε- ρον]· καὶ γὰρ πᾶς ἄνθρωπος, ὅστις λέγει ἑαυτὸν σοφιστὴν ἢ ῥήτορα ἢ διδάσκαλον εἶναι ἢ φιλόσοφον, εἶτα ψεύδεται πλεῖστα, κατὰ ἀλήθειαν ὁ τοιοῦτος ἔξω γίνεται τῆς ἑαυτοῦ γνώσεως ἀπάσης, καὶ οὔτε σοφός ἐστιν οὕτε ῥήτωρ ἢ σοφιστής, ἀλλʼ οὐδὲ τοῦ μέρους τῶν λογίων ἀριθμεῖται, ἀλλὰ μᾶλλον τῆς τῶν ψευδολόγων καὶ ὑποκριτῶν συνοδίας καὶ ξυν- αυλίας. “