Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 35
Not analysed yet
Ὑπολαβὼν δὲ τὸν λόγον καὶ ὁ τοῦ βασιλέως υἱὸς λέγει τῷ πατρί· „δέσποτα, ὅρισον κἀμὲ ἀπολογίαν τινὰ πρὸς ταῦτα δοῦναι καὶ ὑμῖν ἐμφανίσαι. “ὅτε καὶ ὁ βασιλεύς προέτρεψε τοῦτο. κἀκεῖνος εὐθύς τοῖς φιλοσόφοις φησίν· „ἡ ἐμὴ γνῶσις πρὸς τὴν ὑμετέραν σοφίαν ὡς μυῖα πρὸς ἐλέφαντα παραβάλ- λεται· ἀλλʼ ὅμως τῶν ῥημάτων μου ἀκούσατε.