Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 37.1
Not analysed yet
Εἷς δέ τις τῶν φιλοσόφων ἀποκριθεὶς ἔφη· „ὁ τὴν τράπεζαν ποιήσας· ἔπρεπε γὰρ αὐτόν, πρὸ τοῦ πιεῖν τούς ἐν τῇ τραπέζῃ καθημένους ἐκ τοῦ γάλα- κτος ἐκείνου, πρότερον εἰπεῖν τῇ δούλῃ γεύσασθαι ἐξ αὐτοῦ, εἶτα μεταδοῦναι τοῖς φίλοις. “ἀποκριθεὶς δὲ ὁ ἄλλος φιλόσοφος ἔφη· „οὐχ οὕτως ἔχει τὰ τοῦ πράγματος· οὐ γὰρ ὁ ποιήσας τὴν τράπεζαν ἐγένετο αἴτιος, ἀλλὰ τοῦ ὄφεως ἦν ἡ αἰτία· “Ὑπολαβὼν δὲ ὁ ἕτερος ἔφη· „οὐδὲ οὕτως ἔχει ὡς ὑμεῖς λέγετε· οὐδὲ γὰρ ὁ ὄφις τῆς μέμψεως ἄξιος, ἐπειδήπερ τῇ ἀνάγκῃ τιμωρούμενος καὶ βιαζόμενος σφόδρα, μέλ- λων φουρκισθῆναι, τὸ φάρμακον αὐτοῦ ἐξέμεσεν. “εἶτα καὶ ὁ ἄλλος τῶν φιλοσόφων ἀπεκρίνατο· ,,ἡ ἀφορμὴ αὕτη τοῦ θανάτου τῶν ἀνθρώπων μᾶλλον τῶν ἄλλων τῷ λούπῳ ἁρμόζει, διόπερ ἐκείνου τὸν ὄφιν ἰσχυρῶς κρατοῦντος καὶ πνίγοντος, ἐπὶ τοσοῦ- τον ἠναγκάσθη ὁ ὄφις ὥστε τὸ φάρμακον ἐκβαλεῖν· εἰσελθὼν δὲ ὁ Συντίπας εἶπε· ,,γνωστὸν πάντως ἔστω τῷ κράτει σου, βασιλεῦ, ὡς οὐδὲν τῆς σοφι- στικῆς τέχνης καὶ λογιότητος τὸ καθόλου ἀφῆκα, ὅπερ μὴ ὅλον τῷ υἱῷ σου ἐδίδαξα, καὶ τοιοῦτον (ἀπέ- δειξα ὡς) ἀπὸ τῆς ἐμῆς ἐπιμελείας καὶ προαιρέσεως θεοῦ χάριτι τῶν ὑπὸ τὴν βασιλείαν σου φιλοσόφων εἰ μὴ πρῶτον ἀλλʼ οὐδὲ δεύτερον αὐτὸν καθεστά- ναι. “ὁ δὲ βασιλεὺς ὑπολαβὼν τὸν λόγον τοῦ Συν- τίπα, πρὸς τοὺς μεγιστάνους ἔφη ὅτι ,,πάλιν ἀκού- σωμεν τοῦ Συντίπα. “καὶ ὃς ἀπεκρίνατο ὅτι „γνωστὸν καὶ ὑμῖν ἔστω, ὅτι πᾶν ζῶον ἐκ θεοῦ δημιουργηθὲν καὶ ἐν ἑαυτῷ ἔχον δύναμιν ζωτικὴν οὐδὲν ἄλλο τρώγει, εἰ μὴ ὅπερ προσέταξεν αὐτῷ ὁ θεός. λοι- πὸν καὶ ὁ λοῦπος ἐκ τῶν τῆς γῆς ζώων τρέφεσθαι ταχθείς, ἀναίτιός ἐστιν ἐπὶ τῷ συμβάντι. “καὶ ὁ βασιλεύς, ταῦτα εἰπόντων τῶν φιλοσόφων καὶ ὕστε- ρον τοῦ Συντίπα, ἐνατενίσας τῷ υίῷ αὐτοῦ ἔφη· „ὑπολαμβάνω, υἱέ, ὡς οἱ παρόντες οὗτοι φιλόσο- φοι οὐ γινώσκουσι τίνι πάντων ἁρμόζει ἡ τοῦ συμ- βάντος αἰτία. πλὴν εἶπέ μοι σύ, τίς ὁ αἴτιος τοῦ τοιούτου θανάτου τῶν ἀναιτίων. “ὁ δὲ παῖς τῷ βασιλεῖ ἀπεκρίνατο· ,εἰς οὐδέν, ὦ δέσποτα βασιλεῦ, οἱ φιλόσοφοι σφάλλουσιν, οὐδὲ ὡς τῇ ἀληθείᾳ προσ- κρούοντες, ἄλλος ἄλλο τι σφάλλονται. πλὴν ὁ τοῖς τὸ γάλα πεπωκόσι (συμβεβηκὼς) κίνδυνος ἐπέκειτο αὐτοῖς γενέσθαι ὑπὸ τῆς τύχης αὐτῶν, καὶ ἔμελλον ἐκεῖνοι τοιῷδε τρόπῳ τῆς ζωῆς ἐξελθεῖν. “ὁ δὲ βασι- λεὺς τὸν λόγον τοῦ παιδὸς ὡς πολλὰ εὐάρμοστον ἀπο- δεξάμενος, λίαν ηὐφράνθη ἐπὶ τῇ τοῦ υἱοῦ συννοίᾳ καὶ φρονήσει· καὶ τάχα ἐπὶ τῇ συλλογιστικῇ καὶ σοφιστικῇ αὐτοῦ φρονήσει καὶ ἀποκρίσει φησὶ πρὸς τὸν Συντίπαν· „ζήτησον ὅπερ ἂν ἐθέλῃς παρὰ τῆς ἐμῆς βασιλείας καὶ δοθήσεταί σοι. ἀλλὰ καὶ εἴ τις ἑτέρα διδασκαλία τινῶν πρόσεστι μαθημάτων, (τὸν υἱόν μου) ἐκδίδαξον. “„γνωστόν σοι ἔστω, ὦ βα- σιλεῦ,“ ὁ Συντίπας ἔφη, „ὡς καὶ πρὸ ὀλίγου σοι ἐδήλωσα, ὡς οὐδὲν τῆς σοφιστικῆς τέχνης καὶ λο- γιότητος ἀφῆκα καθόλου ὅπερ οὐκ ἐδίδαξα τὸν υἱέα σου, ὡς καὶ πάντων, θαρρῶ λέγειν, τῶν ὑπὸ τὴν βασιλείαν σου φιλοσόφων εἰ μὴ πρῶτον ἀλλʼ οὐδὲ δεύτερον καταστῆσαι. “ὁ δὲ βασιλεύς τὸν λόγον ὑπολαβών, τοῖς μεγιστᾶσιν ἔφη καὶ φιλοσόφοις· „ἆρά γε ταῦτα ἡμῖν φιλαλήθως ὁ Συντίπας λαλεῖ; “οἳ δὲ ἀπεκρίθησαν ὅτι „καὶ μάλα πολλὰ ἀληθεύει, ὦ δέσποτα. “καὶ ὁ βασιλεύς ἀναβλέψας πρὸς τὸν υἱὸν αὐτοῦ λέγει· ,,σὺ δέ, ὦ υἱέ, τί λέγεις ; ἐν ἀλη- θείᾳ περὶ σοῦ ὁ σὸς διδάσκαλος καλῶς] φθέγγεται; “καὶ οἱ φιλόσοφοι ἅμα εἶπον ἀποκριθέντες ἀντὶ τοῦ παιδός· „οὐδείς, ὦ βασιλεῦ, ὡς ὁ υἱός σου ἐστίν, ὁ ὑπερέχων τῇ τῶν μαθημάτων καὶ τῶν λόγων ἐπι- στήμῃ, ῥητορικῇ τε φαμὲν καὶ τῇ ἄλλῃ σοφίᾳ. “τότε καὶ ὁ παῖς λέγει τῷ πατρί τε καὶ βασιλεῖ· „γνωρίζω σου τῷ κράτει, δέσποτα, ὡς ἐάν τις τῶν ἀνθρώ- πων οὐ τελείαν λάβῃ τὴν φρόνησιν καὶ τὴν μάθη- σιν, οὐκ ἀποδίδωσιν ἀγαθὰ τοῖς εὐεργέταις αὐτοῦ σιν, καὶ διδασκάλοις· τὸν δὲ ἀμαθῆ καὶ ἀπαίδευτον ἄν- θρωπον ἄγνωστον καὶ ἄφρονα παντελῶς ὃνομάζειν πρέπει, ἀλλʼ οὐδαμῶς καλόνουν καὶ γνωστικόν. ὁ δὲ διδάσκαλός μου Συντίπας σπουδαίως καὶ ἀκρι- βῶς ἐπιμελησάμενός μου, δοκιμώτατόν με τῇ φιλο- σοφίᾳ, δυνάμει θεοῦ, καὶ τῇ γνώσει κατέστησε· καὶ πρέπει τοῦτον παρὰ τοῦ σοῦ κράτους ἀξίαν τῆς σπουδῆς καὶ ἐπιμελείας λαβεῖν καὶ τὴν ἀμοιβήν. ἐπειδὴ δέ, ὦ βασιλεῦ, καὶ οὗτοί σου οἱ φιλόσοφοι συμμαρτυροῦσί μοι, ὅτι ὑπερβάλλω τούτους τοῖς λόγοις, δέομαί σου ἀκριβῶς ἀκροάσασθαι τῆς διη- γήσεως ταύτης·