Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 36
Not analysed yet
Ἄνθρωπός τις τράπεζαν πολυτελῆ οἰκονομήσας, πολλούς διὰ φιλίαν φαγεῖν προκαλέσατο. εἶτα τῶν κεκλημένων καθεσθέντων καὶ ἐσθιόντων, ᾠκονόμη- σεν αὐτοῖς πιεῖν γάλα. καὶ πέψωας (τὴν δούλην) εἰς τὸν φόρον τοῦ ἀγοράσαι γάλα τοῖς κεκλημένοις, ἀνέμενεν αὐτήν. αὕτη δὲ ἀγοράσασα τὸ γάλα καὶ ἐπιθήσασα τὸ γάλα] ἐπὶ τὴν ἑαυτῆς κεφαλήν, ὡς ἔθος τισὶ γυναιξὶ ποιεῖν, εἰς τὴν οἰκίαν τοῦ δεσπό- του αὐτῆς ἐπανήρχετο. ταύτης δὲ ἐρχομένης, ἄνω- θεν λοῦπος καταβὰς ὄφιν τινὰ ἥρπασε κρατῶν αὐ- τὸν ἐν τοῖς αὐτοῦ ὄνυξι. πετόμενος δὲ ἴσα κατέπτη τοῦ τζουκαλίου· καὶ ὁ ὄφις σφιγγόμενος σφόδρα ὑπὸ τῶν ὀνύχων τοῦ λούπου, ὑπὸ τῆς ἀνάγκης ἐξήμεσε τὸ φάρμακον· κἀκεῖνο χυθὲν κατέβη ἴσα εἰς τὸ στόμα τοῦ τζουκαλίου. καὶ οὕτω γενομένου, οὐδʼ ὅλως ἐνόησε τοῦτο ἡ δούλη, φέρουσα ἐπὶ κεφαλῆς τὸ τζουκάλιον. εἰσελθοῦσα δὲ εἰς τὸν οἶκον καὶ τὸ γάλα κομίσασα τοῖς ἐσθίουσιν, ἅπαντες ἔπιον ἐξ αὐτοῦ καὶ εὐθέως ἀπέθανον. εἴπατε οὖν μοι, φι- λόσοφοι, τίς τούτου τοῦ θανάτου γέγονεν αἴτιος. “