Ancient Greek · ~24 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 41.1
Not analysed yet
Ἄκουσον (δέ), ὦ βασιλεῦ, καὶ περὶ τοῦ πενταετοῦς παιδὸς τῆς διηγήσεως. ἄνδρες πραγματευταὶ ὑπῆρ- χον τρεῖς, οἵτινες καὶ πρὸς ἀλλήλους εἶχον συντρο- φίαν. καὶ ἀπῆλθον εἰς χώραν τινὰ διὰ πραγματείαν. τῆς ὁδοιπορίας οὖν ἀρξάμενοι κατῆλθον εἰς χωρίον, ὥστε ἐν αὐτῷ μεῖναι, εὑρόντες οἰκίαν γραΐδος τινός. μετὰ δὲ τὸ ἀναπαύσασθαι αὐτούς, ἔδοξεν ἀπελθεῖν εἰς βαλανεῖον καὶ λουθῆναι· καὶ λέγουσι τῇ γραΐδι· „ἑτοίμασον ἡμῖν, ὦ γύναι, τὰ πρὸς τὸ λοετρὸν χρειώδη, σκεύη τε καὶ ίμάτια. μόνου δὲ τοῦ κτενὸς ἐπελάθοντο. εἶτα οἱ πραγματευταὶ βαλόντες ἅπερ εἶχον, χρυσίον καὶ ἀργύριον, εἰς βαλάντια τρία, δε- δώκασι τῇ γραΐδι εἰπόντες αὐτῇ· ,,ὦ γύναι, λάβε „ταῦτα τὰ τρία βαλάντια τοῦ χρυσοῦ καὶ. φύλαττε „καλῶς ἐν ἑαυτῇ, καὶ μηδὲν ἀπὸ τούτων δώσῃς τινὶ „ἀφʼ ἡμῶν, εἰ μὴ νὰ ἴδῃς καὶ τοὺς τρεῖς ἡμᾶς. “ταῦτα εἰπόντες, ἀπῆλθον εἰς τὸ βαλανεῖον, καὶ ἐν τῇ ὀδῷ ἰδόντες ὅτι κτένιον οὐ κρατοῦσι, στέλλουσιν ἕνα ἀπʼ αὐτούς πρὸς τὴν γραῖαν τοῦ λαβεῖν τὸ κτέ- νιον. ὁ δὲ πεμφθεὶς εἰς τὴν γραῦν λέγει αὐτήν· „οἱ σύντροφοί μου μηνοῦσί σε διʼ ἐμοῦ· Πέμψον „ἡμῖν τὸ χρυσίον τό σε ἐδώκαμεν. “ἡ δὲ γυνὴ λέ- γει τῷ ἀνδρί· ,,οὐδαμῶς δώσω σοι, ἕως οὐ ἔλθετε „καὶ οἱ τρεῖς ὁμοῦ. “καὶ ὁ ἀνήρ „ἰδού,“\ λέγει ,,οἱ ,,σύντροφοί μου μακρόθεν κατʼ ὄψιν σου ἵστανται, „καὶ ἐκεῖνοι λέγουσί σοι δοῦναί μοι τὸ χρυσίον. “καὶ ταῦτα εἰπών τῇ γραΐδι, στρέφεται πρὸς τοὺς συντρόφους αὐτοῦ καὶ λέγει αὐτοῖς ἀνωνύμως „οὐ δίδει μοι ἡ γραῦς,“ μήτε κτένιον εἰπών μήτε χρυ- σίον. ἐκεῖνοι δὲ νομίσαντες τὸ κτένιον ζητεῖν αὐτόν, λέγουσι τῇ γραΐδι μετὰ νεύματος „δός, γύναι, αὐτό. “ἣ δὲ ἐκβαλοῦσα τὸ χρυσίον δέδωκεν αὐτῷ. ὃ δὲ τοῦτο λαβών εὐθέως ἀπʼ ἐκεῖσε ἔφυγεν. οἱ δὲ σύν- τροφοι αὐτοῦ περιμένοντες αὐτόν, οὐκ ἦλθε· καὶ μεγάλῃ φωνῇ λέγουσι τῇ γραΐδι· ,,ποῦ ἐστιν ὁ σύν- „τροφος ἡμῶν, ὃν ἀπεστείλαμεν εἰς σέ, καὶ οὐδʼ „ὅλως εἰς ἡμᾶς ἀνεφάνη; “ἡ δὲ γραῦς εἶπε τοῖς ἀνθρώποις ἐκείνοις ὡς ,,τὸν θησαυρὸν παρʼ ἐμοῦ „λαβὼν κατὰ τὴν ἰδικήν σας φωνὴν καὶ τὸν λόγον, „διέβη ἀπὸ τὸ ὁσπίτι μου· ἐμοῦ γὰρ τὸ χρυσίον „αὑτῷ μὴ διδούσης, ὑμεῖς προσεφωνήσατέ μοι· ‘Δὸς ,,αὐτῷ τὸ ζητούμενον παῤ αὐτοῦ.’ καὶ ἐγὼ κατὰ „τὸν λόγον ὑμῶν δέδωκα τὸ βαλάντιον. “οἳ δὲ ἀντεῖ- πον τῇ γυναικί· „ἡμεῖς τοῦ λαβεῖν ἀπὸ σοῦ κτένιον „ἐπέμψαμεν. “ἡ δὲ γραῦς, ,,οὐ κτένιον ἐζήτει,“ φησίν „ἀλλὰ τὸ χρυσίον ὑμῶν ἀπʼ ἐμοῦ ἐζήτησεν ,,ὡς ἀπὸ ἰδικοῦ σας θελήματος· ἐμοῦ δὲ μὴ πιστευ- „σάσης ἐκεῖνον ἀληθῆ λέγειν, ὑμεῖς διὰ νεύματος „προετρέψασθέ με ὕστερον δοῦναι αὐτῷ, κἀγὼ ἐκ- „βαλοῦσα δέδωκα. “ταῦτα οἱ πραγματευταὶ παρὰ τῆς γυναικὸς ἀνελπίστως ἀκούσαντες καὶ πικρῶς τῇ λύπῃ κρατηθέντες, λαβόντες εὐθὺς ἀνάρπαστον τὴν γραΐδα, πορεύονται πρὸς τὸν τῆς χώρας ἐκείνης ἄρ- χοντα καὶ αὐτῷ τὰ τοῦ πράγματος διηγοῦνται μετὰ λύπης. ὁ δὲ ἄρχων ἔφη τῇ γυναικί· „δὸς τοῖς ἀν- „θρώποις τὸ χρυσίον, ὅπερ σοι ἐναπέθεντο. “ἡ δὲ γυνή· „αὐθέντη, ἐγὼ τὸ χρυσίον αὐτοῖς δέδωκα. “οἱ δὲ ἄνθρωποι ἀντέλεγον πάντη πρὸς τὸν λόγον τῆς γυναικὸς ἀληθῆ εἶναι δοκοῦντα· [οἳ δὲ λέγουσι τῷ ἄρχοντι] „ἡμεῖς, ὦ κύριε, [οἱ] τρεῖς ὑπάρχοντες, ,,ὅτε τὸν θησαυρὸν ἐνεθέμεθα, τοιαύτην αὐτῇ παραγ- „γελίαν δεδώκαμεν, ὡς μηδένα ἀφʼ ἡμῶν διδόναι „ποτέ, εἰ μὴ καὶ τοὺς τρεῖς ἡμᾶς αὐτοψεὶ θεάσηται ,,τὴν παρακαταθήκην ζητοῦντας. “ὁ δὲ ἄρχων πάλιν τῇ γυναικί φησιν· „ἀπόδος τοῖς ἀνθρώποις τὸ χρυ- „σίον, ὦ γύναι, καὶ μηδαμῶς ἔχῃς ἄλλον τινὰ λο- „γισμὸν περὶ τούτου. “τότε ἡ γραῦς μετὰ δακρύων ἀπῆλθεν ἐκ προσώπου τοῦ ἄρχοντος μετὰ κλαυθμοῦ πικρῶς ἀλαλάζουσα. ταύτης οὖν ἀπερχομένης καὶ ὀδυρομένης, συναντᾷ ταύτῃ παιδίον χρόνων πέντε ὑπάρχον. καὶ τὸ παιδίον αὐτὴν ὁρῶν κλαίουσαν μετʼ ὀδύνης πολλῆς, ἠλέησε τῆς πικροτάτης οἰμω- γῆς. καὶ λέγει πρὸς τὴν γυναῖκα τὸ παιδίον· „τί „οὕτως, γύναι, κλαίεις ἐλεεινῶς; “ἣ δὲ εἶπεν· „ἄφες με, τέκνον, τὴν ἀθλίαν, τοῦ κλαίειν με ἀθλίως ,,τὴν ἐμὴν πενίαν καὶ συμφοράν. “τὸ δὲ παιδίον ἐπὶ πλέον ἵστατο ἀναγκάζον αὐτὴν καὶ τὴν αἰτίαν τῆς λύπης αὐτῆς ἠρώτα ἐπιμόνως· καὶ οὐ πρότερον ἀφῆκεν αὐτὴν ὁ παῖς, ἄχρις οὗ τὰ τοῦ πράγματος ὡς ἐγένοντο κατὰ μέρος ἡ γυνὴ τῷ παιδαρίῳ διεσά- φησεν. ὁ δὲ παῖς ἀκούσας κατὰ μέρος, τῇ γραίᾳ διηρμήνευσεν εἰπών· „ἐγὼ τῆς κρατούσης σε συμ- φορᾶς ἐλευθερώσω. καὶ ἐὰν θέλῃς ἵνα σοι ποιήσω ὅπερ λέγω, δός μοι ἀργύριον ὅπως ἀγοράσω κάρυα. “ἡ δὲ γυνὴ ἔφη· „ἐὰν ταύτης ἐλευθερώσῃς με τῆς συμφορὰς καὶ ἀνελπίστου ζημίας, δώσω σοι τὸ ἀρ- γύριον. “τότε λέγει ὁ παῖς τῇ γραΐδι· „ὑπόστρε- „ψον εἰς τὸν ἄρχοντα [τὸν ἡγεμόνα] καὶ εἰπὲ αὐτῷ „οὕτως· „γνωρίζω σοι, κύριέ μου, ὡς τρεῖς σύν- „τροφοι ἦσαν οἱ δεδωκότες μοι τὸ ἀργύριον καὶ τὸ „χρυσίον, παραγγείλαντές μοι μηδενὶ ἀπὸ τούτων „τῶν τριῶν συντρόφων δοῦναι τὸ χρυσίον, εἰ μὴ „καὶ οἱ τρεῖς παρῶσι· καὶ νῦν τὸ χρυσίον ἐστὶ παρʼ „ἐμοί, καὶ τὴν ἐνδοξότητά σου ἱκετεύω, ἵνα ὁρίσῃς „καὶ παραγίνωνται καὶ οἱ τρεῖς ὁμοῦ· καὶ οὕτως „ἐγὼ αὐτοῖς τὸν συντροφικὸν θησαυρόν, ὃν ἔθηκαν „εἰς ἐμέ, ἀποδώσω. “λοιπὸν ἡ γυνὴ ἐπὶ ταύταις ταῖς τοῦ παιδὸς παραγγελίαις πολλὰ εὐφρανθεῖσα, εὐθὺς εἰς τὸν ἡγεμόνα ὑπέστρεψε καὶ τὰ τοῦ παιδὸς ῥήματα, ὀλίγα καὶ φρόνιμα ὄντα, εἶπε τῷ ἡγεμόνι. ὃ δὲ ἰδὼν αὐτὴν εὐλόγως λέγουσαν καὶ δικαίως, διαμηνύσας τοὺς ἐμπόρους λέγει· ,,δικαίως νῦν „ἔγνωκα ὅτι ἡ γραῦς ὑμῖν ἀνθίσταται καὶ τὸν θη- „σαυρὸν οὐκ ἀποδίδει. λοιπὸν ἔλθετε καὶ οἱ τρεῖς, „καθὼς εἴπατε τὸ κατʼ ἀρχάς, καὶ οὕτως ὁμοῦ καὶ „οἱ τρεῖς τὸ χρυσίον λήψεσθε. “τῆς γοῦν τοιαύτης ἀποφάσεως παρὰ τοῦ δικαστοῦ ἐξελθούσης δικαίας ὁμοῦ καὶ ἀναμφιβόλου, καὶ τῆς γυναικὸς μηκέτι παρὰ τῶν δύο συρομένης, ἐνόησεν ὁ δικάζων ὅτι ἡ γυνὴ παρά τινος φρονίμου τὴν τοιαύτην ἤκουσεν ἀπολο- γίαν, καὶ πρὸς ἑαυτὸν καλέσας τὴν γυναῖκα ἠρώτα· ,,ὦ γύναι, τίς εἶπά σοι τὸν τοιοῦτον ἄριστον καὶ πι- „θανώτατον λόγον ; “δὲ ἀπεκρίνατο· ,,ὦ κύριέ „μου, παιδίον πενταετὲς συνήντησέ με καὶ κλαίου- „σάν με ἰδὸν καὶ ἀκοῦσαν παρʼ ἐμοῦ τὴν αἰτίαν, „ταύτην εἶπέ μοι τὴν ἀπολογίαν ἀποκριθῆναι εἰς τὸ „βῆμά σου· ὁ δὲ ἡγεμὼν αὐτίκα πρὸς ἑαυτὸν τὸν παῖδα ἐκάλεσε καὶ αὐτὸν ἐπηρώτα λέγων· „σύ, ὦ παιδάριον, τῇ γραΐδι τὸν λόγοντοῦτον παρήγγειλας; “„ναί,“ φησὶν ὁ παῖς, κύριέ μου. “καὶ ὀ δικαστὴς ἐκπλαγεὶς ἐπὶ τῇ τοῦ παιδὸς φρονήσει καὶ ὀξύτητι τοῦ νοὸς εὐθύς αὐτὸν διδάσκαλον προεβάλετο ῥητό- ρων καὶ φιλοσόφων.