Ancient Greek · ~10 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 40
Not analysed yet
„ἀνήρ τις ἦν πανοῦργος λίαν καὶ πόρνος· ὅταν δὲ ἤκουε περὶ γυναικὸς εὐμόρφου, πρὸς ἐκείνην εὐ- θὺς ἐπορεύετο ἕνεκεν ὁμιλίας. ἐδηλώθη οὖν αὐτῷ μιᾷ τῶν ἡμερῶν περί τινος γυναικὸς κατὰ πολὺ ὡραίας· καὶ ἅμα πρὸς ἐκείνην ἀπῆλθε τοῦ συμμι- γῆναι αὐτῇ. εἶχε δὲ ἡ γυνὴ παῖδα τριετῆ ὄντα. ἔτυχε δὲ τῇ ὥρᾳ ἐκείνῃ λέγειν τὸν παῖδα τῇ μητρί· „ποί- ησόν μοι μαγέρευμά τι φαγεῖν. “ἡ δὲ γυνὴ ὁρῶσα τὸν ἄνδρα σπουδάζοντα πρὸς μῖξιν, λέγει αὐτῷ· „ὀλίγον μοι ἀκαρτέρησον, ἄνθρωπε, ἕως οὗ τὸ παι- „δάριον ἀναπαύσω. “ὃ δὲ λέγει τῇ γυναικί· „κατὰ „τὸ παρὸν τὴν τοῦ παιδός σου φροντίδα ἔασον καὶ „τὰ τῆς ἐπιθυμίας μου πλήρωσον, μή πως ἀργήσω. “ἣ δὲ ἀντέφησεν· „ἐὰν ἐγίνωσκες, ὦ ἄνθρωπε, τὴν „γνῶσιν τούτου μου τοῦ παιδός, οὐκ ἄν μοι τοιαῦτα „ἔλεγες ῥήματα. “καὶ ταῦτα εἰποῦσα, διὰ συντόμων ἐγείρεται καὶ ὀρύζιον ἑψήσασα τῷ παιδὶ παρέθηκέν. ὁ δὲ παῖς, εἰ καὶ πολλὰ μικρὸς οὐκ ἦτον ,ἀλλʼ οὖν ὑπῆρχε κλαίων καὶ τὴν μητέρα ἠνάγκαζε παραθεῖ- ναι αὐτῷ πλεῖον ὀρύζιον· ἔλεγε γὰρ ὅτι ,ἀκμὴν οὐκ „ἐχόρτανα, ἀλλʼ ὀρέγομαι περισσότερον. “καὶ ἡ μή- τηρ ἐποίησε τὸ θέλημα τοῦ παιδίου. ὁ δὲ παῖς πά- λιν θέλων καὶ ἕτερον παράθεμα, πρὸς τὴν μητέρα ἐθρήνει. ὁ μέντοι ἀκόλαστος ἐκεῖνος λυπούμενος ἐπὶ τῇ τοῦ παιδὸς ἀνάγκῃ καὶ τῷ κλαυθμῷ, λέγει πρὸς αὐτόν· ,,πολλὰ εἶσαι, ὦ παῖ, ἀναίσχυντος καὶ „ἀχόρταστος καί, ὡς ὁρῶ, γνῶσιν ὅλως οὐκ ἔχεις. „εἰ γὰρ τὸ τοσοῦτον ἕψημα παρετίθετο πέντε ἀν- „δράσι, καὶ ἀρκετὸν ἦν αὐτοῖς ὥστε κορέσαι. “ὁ δὲ παῖς αὐτῷ εἶπεν· „ἐκεῖνος μᾶλλον ἐστέρηται φρο- „νήσεως, ὅστις ἑαυτῷ ἐπιζητεῖ, καθάπερ σύ νῦν τῇ „ἐμῇ μητρί· λέγεις γὰρ ἀπρεπῶς [καὶ ἐπιζητεῖς] καὶ „πρᾶξιν μεταδιώκεις ἣν ὁ θεὸς μεμισημένην ἔχει καὶ „βδελύττεται. ἐν ἐμοὶ δὲ τί ὁρᾶς φρονήσεως ἐστε- „ρημένον; ἀλλὰ καὶ ἀπὸ τοῦδέ μου τοῦ κλαυθμοῦ, „ὅπερ ἀναισχυντίαν καλεῖς, τίνα ὅλως νομίζεις ζη- „μίαν πανθάνειν με; μᾶλλον μὲν (οὖν) καὶ οἱ „ὀφθαλμοί μου διὰ τῶν δακρύων καθαρθέντες ἐπὶ ,,πλεῖον διεφωτίσθησαν, καὶ οἱ μυκτῆρές μου τῆς ἐν ,,αὐτοῖς ἀκαθαρσίας ἐκαθαρίσθησαν, καὶ τὸ παρα- „τεθέν μοι ἑψητὸν πρὸς τροφὴν διὰ τοῦ κλαυθμοῦ „μου, εἴ τι καὶ ἤθελον, εὐκόλως μοι ἦλθε. “τούτων τῶν λόγων τοῦ παιδὸς ἀκούσας ὁ ἀνὴρ ἐνόησεν ὡς τὸ παιδίον μεῖζόν ἐστι τῇ γνώσει ἢ αὐτός, καὶ ἀνα- στὰς αὐτίκα προσεκύνησεν αὐτό, εἰπὼν πρὸς αὐτύ· „ἀξιῶ, μὴ κατηγορήσῃς με περὶ ὧν ἐλάλησα πρὸς „σέ· οὐ γὰρ ἐγίνωσκον ὅτι τοσαύτην ἔχεις τὴν φρό- „νησιν. “καὶ ταῦτα εἰπών ἀπῆλθε, μηδὲν ἀπρεπὲς ἐπὶ τῇ μητρὶ αὐτοῦ ἐργασάμενος.