Ancient Greek · ~9 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 43
Not analysed yet
Ὁ δὲ βασιλεύς ἔφη πρὸς τὸν υἱόν· „γνώρισόν μοι λοιπόν, ὦ υἱέ, πῶς ἐν τοῖς προλαβοῦσι τρισὶν ἔτεσιν οὐ μεμάθηκας τὴν νῦν προσγενομένην σοι λογιότητα, νῦν δὲ ἐν μόνοις τοῖς ἕξ μησὶν ἐπὶ τοσοῦ- τον σοφίας ἤρθης; “καὶ ὁ παῖς ἀπεκρίνατο· „τότε, ὦ βασιλεῦ, νηπίου ὄντος μου, οὐ συνήργουν ἀλλή- λαις αἱ ὑπάρχουσαί μου τῆς ψυχῆς καὶ τοῦ σώματος αἰσθήσεις. ἐν ἡλικίᾳ γὰρ παιδὸς ὄντος μου τότε οὔτε οἱ ὀφθαλμοὶ ἢ ἡ γλῶττα, οὔτε ὁ νοῦς ἢ ἡ καρδία ἀλλήλοις ἠδύναντο βοηθῆσαι πρὸς τὴν τῶν μαθημά- των διδασκαλίαν· οὐδὲ δυνατόν ἐστιν ἔτι νηπιό- φρονα ὄντα εὐκόλως γνῶσιν ἐκδιδάσκεσθαι, καθότι ἅπαν παιδίον, τοῖς παιγνίοις καὶ τῇ ἀργίᾳ εὐφραι- νόμενον, οὐ προσέχει τὸν νοῦν ἐν τοῖς μαθήμασι. κἀγώ, ὦ βασιλεῦ, τὸν ὅμοιον τρόπον τότε τῇ ἡλικίᾳ καὶ τῇ γνώσει τυγχάνων, οὐδὲν ὅλως τῶν διδασκο- μένων ἠδυνάμην καρπώσασθαι, ἅτε μοι τούτοις τοῖς παιγνίοις τὸν νοῦν μου στερεοῦσιν· ἀλλʼ, ὡς νη- πιώδης, τὸν νοῦν εἶχον διακεχωρισμένον. νῦν δὲ ὁ διδάσκαλός μου Συντίπας θεωρῶν τὸ νέον τῆς ἡλι- κίας μου, οὐ βαρέως καὶ ἀναγκαστῶς με ἐδίδασκεν οὐδὲ τοῖς βαρυτέροις ἐξ ἀρχῆς ἤρξατο πρός με μαθή- μασιν, ἵνα μὴ νέος ὥν ἐγώ ἀγανακτήσω καὶ βαρυνθῶ διὰ τὸ μὴ κατανοεῖν με τὰ λεγόμενα καὶ ἅπαντα τὰ διδασκόμενα πόρρω τῆς ἐμῆς ἀπορρίψω διανοίας, καὶ ὅτι ἐγίνωσκεν ὁ διδάσκαλός μου ὡς ἐὰν ἐξ ἀρ- χῆς εἰς μεγάλα καὶ μακρὰ μαθήματα βάλῃ με, εὐκό- λως εἶχον ἀλαζονεύσασθαι καὶ ἐκφυγεῖν ἀπʼ αὐτοῦ, ἅτε βασιλέως ὑπάρχων υἱός· ἀλλὰ κατὰ μικρὸν προ- οδοποιῶν ἐν τοῖς λόγοις, οὕτω με πρὸς τὸ τέλειον τῆς ἐπιστήμης τῶν λόγων ἀνέφερε. καὶ ἐγὼ πάλιν τελεωτέρας (μέτοχος) γεγονὼς τῆς φρονήσεως, ἐφύ- λαττον ἐν τῇ καρδίᾳ πάντα τὰ παρʼ αὐτοῦ διδασκό- μενα, καὶ συνάξας τὸν πρώην διεσπαρμένον μου νοῦν καὶ (τώ ὦτε) ἀνοίξας πρὸς τὸ ἀκούειν, καὶ τὴν γλῶτταν εὔστροφον καταστήσας πρὸς τὴν τῶν λόγων πλοκὴν τῶν μεμελετημένων, καὶ τὰς χεῖρας πρὸς τὸν λογισμὸν τῶν λέξεων μεμαθηκὼς ἐξυπηρετεῖν. οὕ- τως οὖν, ὦ βασιλεῦ θειότατε πάτερ, ἐπὶ τῶν ἓξ μη- νῶν τὸν καιρὸν πάντα τὰ διδαχθέντα κατέλαβον ἀκριβέστατα, συμμαχούσης καὶ τῆς θείας δυνάμεως ἡμῖν, (καὶ) μετέλαβον τὴν εἴδησιν ἁπάσης φιλοσοφίας, ὅσον δυνατόν ἐστιν ἀνθρώποις ἡμῖν οὖσι καὶ ἐξ ἀνθρώπων. “