Ancient Greek · ~12 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 45.1
Not analysed yet
„Ὦ μεγιστᾶνες, φαίνονται τὰ παρʼ ὑμῶν λεγό- μενα κατʼ ἐμοῦ πρὸς παράδειγμά τινος ἀλώπεκος, ἥτις διὰ πάσης νυκτὸς εἰς τινα πόλιν εἰσήρχετο. καὶ ἦν ἡ ταύτης εἰσέλευσις διὰ θυρίδος τινὸς ἀνθρώπου δέρματα ἐργαζομένου· καὶ ὅσας φορὰς εἰσήρχετο εἰς τὸν οἶκον τοῦ ἀνδρὸς ἐκείνου, ἔτρωγε τὰ ἐκείνου δέρματα. εἶτα ὁ ἐργαστὴς ἐκεῖνος ἰδών ὅσα σχίσματα ἐποίει, [ὁ ἐργαστὴς ἐκεῖνος] ἐξετάσας (γίνεσθαι) διὰ τῆς ἀλώπεκος, εὐθύς κατʼ αὐτῆς παγίδα στερεὰν ἔστησε. καὶ ἡ ἀλώπηξ κατὰ τὴν συνήθειαν βουλη- θεῖσα εἰσελθεῖν διὰ τῆς θυρίδος, ἐκρατήθη εἰς τὴν παγίδα. πονηρὰ δὲ οὖσα ἡ ἀλώπηξ καὶ πολύτροπος, διά τινος εὐτέχνου μηχανῆς τὴν κρατήσασαν αὐτὴν παγίδα διέφυγε καὶ περιεπάτει κύκλῳ ἐκείνην τὴν πόλιν τοῦ εὑρεῖν ἄλλην τινὰ θυρίδα, ὅπως δυνηθῇ ἐξελθεῖν τῆς πόλεως. ὡς δὲ διʼ ὅλης τῆς νυκτὸς περιπατοῦσα, οὐχ εὗρε τόπον τοῦ ἐκβῆναι, ἐπεὶ κύκλῳ τετειχισμένη ἡ πόλις ἦν, καὶ τῆς ἡμέρας ἐγγι- ζούσης, ἔλεγεν ἐν ἑαυτῇ· „ἐὰν ἡμέρα γένηται, πάν- „τως ὑπὸ τῶν σκύλων κρατηθήσομαι, καὶ οὐκ „ἐάσουσί με πρότερον, εἰ μὴ τὰς σάρκας μου διαρ- „ρήξουσιν. ἀλλʼ ἐγὼ γινώσκω τί με δεῖ ποιῆσαι. “καὶ δὴ πορεύεται ἐπὶ τὴν πύλην τῆς πόλεως καὶ ἑαυτὴν πλησίον που τῆς φλιᾶς [τοῦ κατωφλίου] κατέκλινεν, προσποιουμένη νεκρὰν καὶ ἄπνουν ἑαυ- τὴν εἶναι. οὕτω δὲ αὐτῆς κειμένης ὡς νεκρᾶς καὶ τῆς πύλης τὸ πρωῒ ἀνοιχθείσης ὡς ἔθος παρὰ τοῦ πορταρίου, εἶδέ τις αὐτὴν κειμένην καὶ λέγει πρὸς τὸν πορτάρην· κατὰ ἀλήθειαν ἡ οὐρὰ τῆς ἀλεποῦς „ταύτης πολλά ἐστι καλὴ εἰς τὸ σπογγίζειν τὸν μυ- „λῶνα. “καὶ εὐθύς ὁ τοῦτο εἰπών λαβόμενος μά- χαιραν, ἔκοψε τὴν οὐρὰν αὐτῆς. ἡ δὲ ἀλώπηξ ἀν- δρείως ὑπέμεινε τὸν πόνον τῆς οὐρᾶς. εἶτά τις ἕτε- ρος αὐτὴν ἰδών, ἔφη· „ἐὰν ἔχῃ τις παιδίον μικρὸν „κλαῖον πολλά, οὐδὲν ἄλλο ἐστὶν εἰς θεραπείαν „καλόν, εἰ μὴ τὰ ὦτα τῆς ἀλεποῦς, τοῦ κρατεῖν αὐτὰ „πάντοτε ἐπάνω τοῦ παιδός. “καὶ εὐθὺς ἐκοψε καὶ αὐτὸς τὰ ὦτα αὐτῆς. καὶ ἡ ἀλώπηξ καὶ τοῦτον τὸν πόνον γενναίως ὑπέμεινεν. ἄλλος τις πάλιν παρερ- χόμενος τὴν ὀδὸν ἐκείνην καὶ ταύτην ἰδὼν ὡς νε- κράν, εἶπεν· „ἀκήκοά τινος λέγοντος ὡς ἐάν τις τοὺς „ὀδόντας πονῇ, καὶ θήσῃ ἐπάνω ὀδόντα ἀλεποῦς, „εὐθὺς τοῦ πόνου ἐλευθεροῦται. “καὶ ἅμα τῷ λόγῳ λίθον λαβών, ἅπαντας τούς ὀδόντας ἐκείνης συνέ- τριψε. καὶ ἡ ἀλώπηξ πάντα τὰ δεινὰ ταῦτα ὑπέμει- νεν ἀνδρικῶς, ἕως οὗ ἄλλος ἄνθρωπος περιπατῶν εἶπεν· „ἐγὼ ἀκήκοα εἰς πᾶσαν ὀδύνην ὠφελεῖν τῆς „ἀλώπεκος τὴν καρδίαν, καὶ (ὡς) εἰς ἅπαν νόσημά „ἐστι θεραπευτική. “οὕτως εἰπόντος τοῦ ἀνθρώπου ἐκείνου καὶ μάχαιραν λαβόντος πρὸς τὸ τὴν καρδίαν αὐτῆς ἐκβαλεῖν, ἡ ἀλώπηξ εὐθέως ἐκπηδήσασα, σπουδαίως διὰ τῆς θύρας τοῦ κάστρου ἐξέφυγεν ―ἔτυχε γὰρ τὴν πύλην τότε ἠνεῳγμένην εὑρεθῆναι ―καὶ τοῦ φόνου οὐ ἔμελλε παθεῖν ἠλευθερώθη. Καὶ ἐγώ νῦν ἡ ἀθλία, ὦ βασιλεῦ, πάντα ὅσα οἱ ἄρχοντές σου συμβουλεύονταί σοι ἑτοίμη εἰμὶ ὑπομεῖναι, τὴν δὲ καρδίαν μου ἐκβαλεῖν βιαίως οὐ δύναμαι ὑπο- μεῖναι· θάνατος γάρ ἐστι τοῦτο πικρὸς καὶ ὀδυνη- ρός. “