Ancient Greek · ~4 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 46
Not analysed yet
Ἐπὶ τούτοις ἀποκριθεὶς ὁ τοῦ βασιλέως υἱὸς λέγει τῷ πατρὶ καὶ τοῖς παρεστῶσιν ἄρχουσιν· ,,ἀλη- θῶς ἡ γυνὴ λέγει καὶ πρεπόντως· οὐδὲ γὰρ πρέπει τούς φρονίμους καὶ συνετοὺς τῶν ἀνθρώπων τὰ τῶν γυναικῶν σφάλματα εἰς ἀφορμὴν καὶ μέμψιν καὶ κατηγορίαν μεγάλην ἔχειν· καὶ οὐδὲ αὐτὴν τὴν γυναῖκα πρέπει μεγάλης τιμωρίας καὶ παιδεύσεως ἀπόφασις. ἀλλὰ τοῦτο μόνον ἐστὶ δίκαιον αὐτῇ γε- νέσθαι, ἵνα ἡ κεφαλὴ αὐτῆς ξυρισθῇ καὶ τὸ πρόσ- ωπον αὐτῆς μουτζωθῇ, καὶ ἐπάνω ὄνου ἐξόπισθεν καθίσῃ καὶ εἰς πᾶσαν ἐκπομπευθῇ τὴν πόλιν, δύο δὲ κήρυκες [ἤτοι πλατζάριοι] πορεύωνται μετʼ αὐτῆς ἔμπροσθέν τε καὶ ὄπισθεν, καὶ (δεῖ) λέγειν αὐτοὺς φωνῇ μεγάλῃ ὥστε πάντας ἀκούειν, εἴ τι ἄρα κακὸν αὕτη εἴργασται. “οὕτως εἰπόντος τοῦ υἱοῦ τοῦ βα- σιλέως, ηὐφράνθη ὁ βασιλεύς καὶ πάντες οἱ ἄρχον- τες ἐστερέωσαν τὰ λαληθέντα, ἀποδεξάμενοι τὴν τοιαύτην βουλήν. ὁ δὲ βασιλεύς φησι πρὸς τὸν υἱὸν αὐτοῦ· „ὦ τέκνον, καλῶς λελάληκας καὶ φρονίμως ἡμῖν συνεβούλευσας. λοιπὸν γενέσθω ἐπʼαὐτῇ καθὼς ὁ υἱός μου ἡμῖν συνεβουλεύσατο. “καὶ ἅμα πάντα ἐγένετο ἐπʼ ἐκείνῃ τῇ πονηρᾷ γυναικὶ ὅσα ὁ νέος τοῦ βασιλέως υἱὸς συνεβουλεύσατο.