Ancient Greek · ~13 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 6.1
Not analysed yet
Ταύτην τὴν διήγησιν ὁ πρῶτος φιλόσοφος ἀνε- νεγκὼν τῷ βασιλεῖ λέγει· „ταῦτα διηγησάμην, ὦ βασιλεῦ, ἵνα γνῷς ἐξ αὐτῆς τῆς διηγήσεως, πῶς οὐ πάντα δεῖ τὰ κατηγορούμενα κατά τινος ἢ ὑποπτευ- όμενα πιστεύειν ὡς ἀληθῆ, ἀλλʼ οὐδὲ τὰς διαβολὰς εὐκόλως ἀκούειν καὶ ἀνεξετάστως δικάζειν καὶ ἀπο- φύνασθαι. καὶ ἄλλην πρὸς τούτοις, ὦ βασιλεῦ, διή- γησιν ἀκουσθεῖσάν μοι διηγήσομαι τῷ σῷ κράτει. „ἀνήρ τις φυλῆς ἦν τῶν Ἀγαρηνῶν· οὗτος περιέρ- γως τὰ ἐν τῇ οἰκίᾳ τούτου καὶ ποικίλως ἀκριβολο- γῶν, ὄρνεόν τε ὠνήσατο ἐνάρθρως φθεγγόμενον, ὅπερ ἡ κοινὴ συνήθεια ψιττακὸν οἶδε καλεῖν. καὶ τὸ ὄρνεον ἐν κλωβῷ βαλών, ἐν τῷ οἰκήματι φέρων ἐφύλαττε, καὶ παρήγγειλε τῷ ὀρνέῳ προσεκτικῶς αὐτοῦ τὴν γυναῖκα ὁρᾶν· „καὶ εἴ τι δʼ ἂν ἀπόντος μου τῆς οἰκίας ἡ γυνὴ διαπράξηται, παρατήρει τοῦ ἀπαγγεῖλαί μοι. “οὕτως οὖν ὁ ἀνὴρ τῷ ψιττακῷ παραγγείλας, ἐπί τινα ὁδοιπορίαν ἀπῆλθε. τότε τοί- νυν τις ἄνθρωπος εἰσερχόμενος εἰς τὴν οἰκίαν, μοι- χεύων ἦν τὴν γυναῖκα, συνειδυίας τοῦτο καὶ τῆς δούλης. ὅτε δὲ ὁ ἀνὴρ ἧκεν ἐκ τοῦ ταξειδίου, ἠρώτα τὸν ψιττακόν, τι ἄρα τὴν γυναῖκα ποιοῦσαν ἐθεά- σατο. ὁ δὲ ψιττακὸς πάντα τὰ τῇ γυναικὶ ἀκολάστως πραχθέντα τῷ κυρίῳ ἐξεφώνησε. καὶ ὁ ἀνὴρ δεινῶς τὴν καρδίαν δηχθείς, οὐκ ἔτι αὐτὴν συνεμίγνυτο. καὶ ἡ γυνὴ τὴν ἑαυτῆς δούλην ὑπέλαβε τῷ ἀνδρὶ ἀναγγεῖλαι τὰ κατʼ αὐτήν, καὶ προσκαλεσαμένη αὐ- τήν, ὀργίλως καὶ πικρῶς ἔλεγεν „εἰ ἀληθῶς σὺ τῷ „ἀνδρί μου τὰ πραχθέντα μοι πάντα ἀνήγγειλας; “ἡ δὲ δούλη μεγάλως ὤμνυεν, ὡς οὐδʼ ὁπωσοῦν περὶ αὐτῆς τῷ κυρίῳ λελάληκεν· „ἀλλʼ ὁ ψιττακός, ἴσθι, „κυρία, τὰ περὶ σοῦ ἅπαντα τῷ κυρίῳ ἐλάλησεν. “ἡ δὲ γυνὴ ταύτης ἀκούσασα τὴν παρὰ τοῦ ὀρνέου κατηγορίαν, ἐτεχνάσατο πῶς ψευδῆ τὸν ψιττακὸν ἀποδείξαι τῷ ἀνδρὶ αὐτῆς. καὶ τῇ ἐπιούσῃ νυκτὶ λαβοῦσα τὸν ψιττακὸν μετὰ τοῦ κλωβοῦ ἔνθα κοι- μωμένη ἐτύγχανε, χειρόμυλον πλησίον τοῦ ψίττα κοῦ θεῖσα συνέστρεφεν, ἐξ οὗ κτύπος ἠκούετο ὡς βροντή· ἔμπροσθεν δὲ τούτου καθρέπτην περιεκύ- κλου τοῖς ὀφθαλμοῖς τοῦ ὀρνέου, ὡς δοκεῖν ἀστρα πὰς ἀποπέμπειν· σὺν τούτοις καὶ σπόγγον βεβρεγμέ- νον ἄνωθεν τοῦ ψιττακοῦ κρεμάσασα, σταλαγμοὺς ὕδατος ἐπάνω τούτου ῥέειν πεποίηκεν. ὁ δὲ ψιττα- κὸς τούτων οὕτω γινομένων, τῇ γωνίᾳ τοῦ κλωβοῦ ὑπεκρύπτετο, (καὶ) αὐτῷ τῷ ὀρνέῳ ἐδόκει διʼ ὅλης τῆς νυκτὸς ἐκείνης βρέχειν, καὶ ἀστραπὰς καὶ βρον- τὰς ἀπηχεῖσθαι καὶ ἀπαυγάζεσθαι. πρωΐας οὖν ὁ ἀνὴρ τῆς γυναικὸς τῷ ψιττακῷ προσελθών, φησὶ πρὸς αὐτὸν· „τί δή ποτε τῇ νυκτὶ ταύτῃ ἑώρακας; “ὁ δὲ ψιττακὸς ἀντέφησε· „τῆς νυκτὸς ἡ βροχὴ καὶ „αἱ βρονταὶ καὶ ἀστραπαὶ οὐκ ἀφείκασί με τὸ καθʼ „ὅλου ἰδεῖν τί ἄρα ταύτῃ τῇ νυκτὶ ἐγεγόνει. “ὁ δὲ ἀνὴρ τούτους τοὺς λόγους τοῦ ὀρνέου ἀκούσας, καθʼ ἑαυτὸν ἔλεγεν· „ὄντως οὐδέν ἐστιν ἀληθὲς ὅσα „ἀνήγγειλέ μοι τὸ ὄρνεον, ἀλλὰ πάντα ὅσα μοι ἐλά- „λησε ψευδῆ πεφύκασι καὶ ἀπατηλά, καθὼς ἔστι „φανερὸν ἐξ ὧν τὰ νῦν μοι ἀποφθέγγεται· οὐδὲν „γὰρ τῇ νυκτὶ ταύτῃ συμβέβηκεν, οὔτε ὑετὸς κατη- „νέχθη οὔτε βρονταὶ ἀπηχήθησαν οὔτε ἀστραπαὶ „ἀπηύγασαν· ὅθεν“ φησί „καὶ ὅσα μοι περὶ τῆς συ- „ζύγου ὁ ψιττακὸς εἴρηκε ψεῦδος ἦσαν ἀληθῶς καὶ „ἀπάτη. “ταῦτα ἡ πονηρὰ ἐκείνη γυνὴ πονηρῶς τεχνευσαμένη, ἤδη, βασιλεῦ, ἀκούεις πῶς τὸν ἄνδρα ἠπάτησε καὶ τὴν ἐκείνου φρόνησιν ἐνίκησε τελείως καὶ τὸ ὄρνεον ψευδὲς ἀπέδειξε. καὶ οὕτως αὐτῇ ὁ ἀνὴρ διηλλάγη καὶ ὡς τὸ πρότερον ἐφίλει. γίνωσκε γάρ, ὦ βασιλεῦ, ὡς οὐδεὶς δεδύνηται κατά τι τῶν πονηρῶν γυναικῶν περιγενέσθαι τὸ σύνολον καὶ ταύτας νικῆσαι. “