Ancient Greek · ~5 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 7
Not analysed yet
Τούτων ὁ βασιλεὺς Κῦρος παρὰ τοῦ ἑνὸς φιλο- σόφου ἀκούσας, εὐθὺς ἀνεβάλλετο τὴν ἀπόφασιν, μᾶλλον δὲ αὐτὴν ἀνατρέπει καὶ κελεύει μὴ ἀναιρεῖν τὸν υἱὸν αὐτοῦ. ἡ μέντοι τοῦ βασιλέως πονηροτάτη παλλακὴ τῇ ἐπαύριον πάλιν πρὸς αὐτὸν παραγενο- μένη καὶ παραστᾶσα τούτῳ σὺν δάκρυσιν ἡ κατά- ρατος ἔλεγεν· „οὐ δίκαιόν ἐστιν, ὦ βασιλεῦ, τὸν ἅπαξ γεγονότα κατάδικον καὶ τοῦ θανάτου ἔνοχον μὴ εὐθὺς ἀπολέσαι· εἰ γὰρ μὴ τὸν τοιοῦτον ἀναι- ρεῖσθαι προστάττεις, οὐδεὶς ἔσται πεποιθὼς καὶ θαρρῶν εἰς τὴν τοῦ κράτους σου δικαιοσύνην. ἦν γάρ τις ἀνήρ, ὦ βασιλεῦ, πλύνων δέρματα· ὃς ἔν τινι ποταμῷ πλύνων, εἶχε σὺν αὐτῷ τὸν υἱὸν αὐ- τοῦ. ὁ δὲ τούτου υἱὸς ἐν τοῖς ὕδασι παίζων τοῦ ποταμοῦ καὶ κολυμβῶν, εὐθὺς τὸν παῖδα ὁ ποταμὸς κατέκλυζε καὶ ἀπέπνιγεν. εἰσελθὼν δὲ ὁ πατὴρ ὥστε τὸν παῖδα τοῦ κινδύνου ἐλευθερῶσαι, σπουδὴν εἶχε τὴν πρὸς αὐτόν· σφοδρῶς δὲ τῷ ῥεύματι φερόμενος ὁ ποταμὸς ἀμφοτέρους κατακλύσας ἀπέπνιξεν. οὕτω καὶ σὺ, βασιλεῦ, ἀπολῇ, εἰ μὴ προαπολέσεις τὸν υἱόν σου θανάτῳ. εἰ γὰρ ὑπερτίθεσαι τὴν ἐκείνου ἀναίρεσιν, μικρὸν ὅσον κατεπαρθεὶς σοῦ πάντως ἐξ- αναστήσεται, καὶ μετά γε τῆς βασιλείας καὶ τῆς ζωῆς ἀποστερήσει. “