Ancient Greek
91.2
Syrianus, Eis To Peri Ideon 91.2
Unproofread scanNot analysed yet
τὴν ἀκριβεστέραν ἀνάγνωσιν τοῦ βιβλίου συμβαλλόμενα 5 κατὰ γε τὴν ἐμὴν συνθεῖναι δύναμιν· εἰ δὲ τις καὶ βελτίων τούτων ἐπεισάγειν δυνήθειᾳ λυσιτελοῦντα πρὸς τὸ προκείμενον, χάριν αὐτῷ παμπόλλην εἰσόμεθα, τὸν κοινὸν Ἑρμῆν ἔργοις οὐ λόγοις ἡμῖν ἐπιδεικνύντι· 6 ἀλλὰ 5 γὰρ προσευξάμενοι τοῖς λογίοις ἀγαθὸν ἡμῖν καὶ τοῖσδε τοῖς πόνοις ἐπινεῦσαι τὸ πέρας, ἔργον ἔχωμεθα. Εἰ περισπούδαστον ὅλως ἄνδρι πολιτικῷ τὰς ἀρετὰς τοῦ λόγου μαθεῖν καὶ μὴ θέλειν μόνον διακρίνειν τοὺς τῶν ἀρχαίων χαρακτῆρας, ἀλλ’ ἤδη πού καὶ ποιεῖν παραπλησίους, 10 δεῖ μεθόδους ἀναζητεῖν, καὶ πονεῖν περὶ τὴν τούτων εὑρεσιν· οὐ γὰρ ἂν οὕτω πρᾶγμα τῇ καταλήψει παγχάλεπον ὅσστα προσγένοιτό τινι, κἂν ἢ πᾶνυ πιστεύων τῇ φύσει· χωρὶς γὰρ τέχνης ἀνόνητα τὰ τῆς φύσεως πλεονεκτήματα· καθὰ καὶ ὁ τεχνικὸς φησιν, ὅτῳ δὲ καὶ προσ- 15 γέννηται τῆς ἐπιστήμης ἡ γνώσις, συμβάλλεται μέγα κἂν ὁ τὴν τέχνην ἠσκημένος μετρίᾳς εὐτυχίῃ 7 δεξιότητος· ἀλλὰ τὸ μὲν ἐπιχείρημα χαλεπὸν ὥσπερ ἂν ἦν, εἰ τὰς ἰδέας αὐτοὺ τῶν λόγων ἐπινοεῖν σπουδάζομεν, 8 νῦν δὲ τούτων ἡμᾶς τῶν πόνων ὁ τεχνικὸς ἤλευθέρωσε· τάχα γὰρ καὶ 20 πολλὰ ταλαιπωρήσας τις οὐδὲν ἂν ἐξεύροι γενναῖον· ὡςπερ καὶ οἱ πρὸ αὐτοῦ φαίνονται τηράλλως 9 ποιήσαντες· εἰ δὲ τὸ δυσχερὲς μὴ πρόσθεσι, λέγω δή τὸ εὑρεῖν καὶ τὸ παραστῆσαι τὸ εὑρεθὲν μετ’ εὐχρειείας, τί λοιπὸν ἢ προθύμως ἀντιλαβέσθαι τῆς ὑποκειμένης πραγματείας, 25 εἴπερ ἄρα φροντίζομεν λόγων οἱ κατ’ αὐτὸ τοῦτο τῶν ἀλόγων διώσοντας· σφόδρα γὰρ ἀνόητους ἡγοῦμαι τοὺς σπουδάζοντας περὶ τὰς σωματικὰς πράξεις, καὶ νομίζοντας μὴ τοσοῦτον ἐκ τῶν λόγων ὅσον ἐκ τῆς διαδοχῆς τῶν