Ancient Greek
ΣΥΡΙΑΝΟΥ ΤΟΥ ΦΙΛΟΕΝΟΥ
Syrianus, In Aristotelis Metaphysica Commentaria ΣΥΡΙΑΝΟΥ ΤΟΥ ΦΙΛΟΕΝΟΥ.1
Not analysed yet
Ὑφηγηματικὸν μέν ἐστι τοῦτο τὸ βιβλίον καὶ οὐχ ὥσπερ τὸ πρὸ αὐτοῦ ἀπορητικόν. λύει δὲ ἐν αὐτῷ πολλὰ τῶν προβλημάτων· καὶ γὰρ ὅτι τὰ αἴτια μιᾶς 〈ἐστὶν ἐπιστήμης εἰδέναι τῆς> τοῦ ὄντος ᾖ ὄν, καὶ ὅτι τῆς τὰς πάσας οὐσίας ἐπεσκέφθαι καὶ τὰ καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπάρχοντα, καὶ ὅτι καὶ περὶ τὰς ἀρχὰς ἔχει τὰς ἀποδεικτικὰς ὁ πρῶιος φιλόσοφος, ἐν τούτοις ἀναδιδάσκει. διαλέξεται δὲ καὶ περὶ τοῦ κατὰ τὴν ἀντίφασιν ἀξιώματος ὡς πρωτίστου ὄντος καὶ συνεκτικωτάτου πάντων τῶν ἀποδεικνυμένων ἐν ταῖς ἐπιστήμαις, εἰ δὲ] καὶ αὐτὸ ἀποδεικτὸν ἦν, ἢ καὶ εἰ ἔχει τινὰ πίστιν ἀποδείξεως κρείττονα. <ταῦτα> πειράσεται μὲν ἐν ταύτῃ τῇ βίβλῳ, ἣν ἡμεῖς ἱκανῶς ὑπὸ τοῦ φιλοπονωτάτου σαφηνισθεῖσαν Ἀλεξάνδρου πᾶσαν μὲν οὐκ ἐξηγησόμεθα· εἰ δέ που ἡμῖν δοκοίη λέγειν τι πραγματειῶδες †ἐξετάσεως πειρασόμεθα κατ’ ἐκεῖνο βασανίζειν τὸ μέρος, τὰ ἄλλα πάντα τοῦ συνεχοῦς ἕνεκα τῆς πραγματείας παραφράζοντες. p. 1003a22 Ἔστιν . . . τῶν ἄλλων ἡ αὐτή. Ὅτι μὲν εἰ ἔστι τις αὕτη ἐπιστήμη, οὐδεμιᾷ τῶν ἄλλων ἐστὶν ἡ αὐτή, καὶ ὁ φιλόσοφος ὑπέμνησεν εἰπών οὐδεμία . . . συμβεβηκός· καὶ ἡ ἐπαγωγικὴ πίστις ἀπὸ τῶν μαθημάτων, γεωμετρίας ἀστρολογίας ἀριθμητικῆς. ἀλλὰ τίς ἀνάγκη τοιαύτην εἶναι ἐπιστήμην, ἥτις παντός ἐστι τοῦ ὄντος ᾗ ὄν; ἢ μάλιστα μέν, ὡς εἴωθε πολλαχοῦ ποιεῖν, ὃ μέλλει δεικνύναι προαναφωνεῖ, μετ’ ὀλίγα δὲ σαφῶς δείξει, τοῦτο αὐτὸ λαβὼν ὅτι καὶ εἰ μὴ συνωνύμως τὸ ὂν κατὰ πάντων λέγεται, ἀλλ’ οὖν οὐδὲ ὁμωνύμως, ἀλλ’ ἔοικε τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν προσθεὶς δὲ ὅτι τούτων μία ἐπιστήμη. ἔπειτα δὲ καὶ ἀπὸ τῶν προκαταβεβλημένων αὐτῷ λόγων τοῦτο συναγάγοις ἄν. εἰ γὰρ τοῦ μάλιστα ὄντος ἡ μάλιστα γνῶσις, καὶ ὅσῳ τιμιότητι διαφέρει τι, τοσούτῳ καὶ ἀληθείᾳ καὶ γνώσεως ἐναργείᾳ, ὡς ἐν τῷ ἐλάττονι τῶν ᾱ λέλεκται, εἴη ἂν καὶ τοῦ ὄντος ᾗ ὂν ἐπιστήμη τις, καὶ οὐ μόνον γε ἀλλὰ καὶ ἡ καλλίστη καὶ ἀρίστη τῶν ἐπιστημῶν. οὐ γάρ ἐστι σεμνότερον τοῦ ὄντος οὐδέν· εἴτε γάρ ἐστί τι ὂν οὐκ ἄλλο τι ὄν, οἷον νοῦς ἢ ψυχὴ ἢ οὐρανὸς ἢ κόσμος, ὃ μόνως ὄν ἐστιν αὐτοὸν ὑπάρχον, δηλονότι πάντων ἐστὶ τῶν ἄλλων σεμνότερον, αὐτὸ μὲν οὐ δεόμενον τοῦ εἶναι κόσμος ἢ οὐρανὸς ἢ ψυχή, τῶν δὲ ἄλλων ἁπάντων τὸ εἶναι παρ’ αὐτοῦ κομιζομένων· εἴτε τι] τὸ ὂν ἀνάγκη τι τούτων εἶναι, ἀλλ’ οὖν καθὸ ὂν τιμιώτερον ἔσται ἢ καθὸ ἄλλ’ ὁτιοῦν. πανταχοῦ γὰρ τὸ ὂν καὶ ἡ οὐσία τὰ πρωτεῖα φέρεται, καὶ ἡ ἑστία τοῦ πράγματος αὕτη. πῶς ἂν οὖν ἢ τοῦτο ἄγνωστον μένοι, πάντων ὂν ἄριστον τῶν ὅπως ποτὲ ὄντων, ἢ περὶ ἄλλο τι ἂν σχοίη ἥ γε ἀληθινὴ φιλοσοφία; ἡ γὰρ πρώτη τῶν ἐπιστημῶν τοῦ πρώτου καὶ ἡ ἀρίστη τοῦ ἀρίστου καὶ ἡ ὅλη τοῦ ὅλου δικαίως ἂν εἶναι νομισθείη. τί δέ; οὐ τἀγαθὸν καὶ τοῦ ὄντος ἐπέκεινα; πῶς οὖν οὐχ ἡ πρωτίστη τῶν ἐπιστημῶν περὶ τἀγαθόν; καθάπερ ὁ Πλάτων ἐν Πολιτείᾳ δοκεῖ λέγειν “ἐπεὶ ὅτι γε ἡ τοῦ ἀγαθοῦ ἰδέα μέγιστον μάθημα, πολλάκις ἀκήκοας ᾗ καὶ δίκαια καὶ τὰ ἄλλα προσχρησάμενα χρήσιμα καὶ ὠφέλιμα γίγνεται” ἡ μάλιστα μὲν οὐχ ἕτερον τἀγαθὸν τοῦ ὄντος κατ’ Ἀριστοτέλην· τὸ γὰρ πρώτιστον αὐτῷ καὶ ὂν καὶ τἀγαθόν, ὡς ἐν τῷ N σαφῶς παραδίδωσιν· ὅθεν καὶ ἐν τοῖς Φυσικοῖς εἰς ταὐτὸν ἄγει τῷ εἴδει τὸ τέλος· ἥκει γὰρ τὸ μὲν εἶδος ἐκ τοῦ ὄντος, τὸ δὲ τέλος ἐκ τοῦ ἀγαθοῦ. ὥστε καὶ οὕτως ἡ πρωτίστη καὶ ἀρίστη τῶν |ἐπιστημῶν περὶ τὸ ὂν ᾗ ὂν διατρίψει κατ’ αὐτὸν Ἀριστοτέλην. ἔπειτα δὲ καὶ παρ’ οἷς ἐξῄρηται τοῦ ὄντος τἀγαθόν, ἄγνωστόν ἐστι καὶ ὑπὲρ πᾶσαν ἐπιστήμην, ὡς ἐν Παρμενίδῃ σαφῶς ὁ Πλατῶν βοᾷ· τὰ δὲ ἐκ τῆς Πολιτείας παρατεθέντα περὶ τῆς ἰδέας τῆς τἀγαθοῦ μᾶλλον διαλέγεται, ἥτις ἐν τοῖς οὖσιν ἐνορᾶται καὶ σὺν τοῖς οὖσι. σύζυγος οὖν πάλιν ἡ πρωτίστη τῶν ἐπιστημῶν τῷ ὄντι ᾗ ὃν καὶ κατὰ τοὺς θεωρητικωτέρους τῶν φιλοσόφων. καὶ τοῦτο μὲν οὐκ ἂν ἄλλως ἔχοι, καὶ αὐτοῦ γε τοῦ Πλάτωνος ἐν τῇ κατατομῇ τῆς ἐν Πολιτείᾳ γραμμῆς ἱκανῶς ἡμῖν αὐτο σαφηνίσαντος. εἰ δὲ μὴ μόνον τοῦ ὄντος ᾗ ὄν, ἀλλὰ καὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων αὐτῷ εἴη ἂν] ἡ σοφία γνῶσις, ἵνα καὶ τὸ ἀγαθὸν τὸ ἐν αὐτῷ γιγνώσκῃ καὶ ὅλως τελέαν αὐτοῦ γνῶσιν ἔχῃ, εἴη ἄν καὶ ἀποδεικτική τις, μᾶλλον δὲ ἡ σύμπασα ἀποδεικτική, σύμπασα δὲ οὐχ ἡ ἐκ τῶν μερικωτέρων συντεθεῖσα, ἀλλ’ ἡ πρὸ τῶν μερῶν ὅλη· διὸ καὶ τὰς ἀρχὰς τῆς ἀποδείξεως ταῖς ἄλλαις χορηγεῖ. ἀνιοῦσα ἂν οὖν δι’ ἀποδείξεως τὰ καθ αὑτὰ τοῖς οὖσιν ὑπάρχοντα θεωρεῖ, δι’ ὧν ἐπὶ τὴν ἰδιότητα τοῦ ὄντος ἀνατρέχει. ἄνω δὲ λοιπὸν στᾶσα κατὰ φύσιν ποιεῖται τὴν πρόοδον, διαιρετικῇ μὲν καὶ διοριστικῇ τὰς οὐσίας διαιροῦσα τῶν πραγμάτων, ἀποδεικτικῇ δὲ τὰ καθ’ αὑτὰ ὑπάρχοντα. ζητήσει τοίνυν αὕτη καὶ τὰς πρωτίστας καὶ ἀκροτάτας αἰτίας, αἳ οὔκ εἰσι τῶν ἐν ὑποκειμένῳ ἀλλ’ αὐτῶν τῶν οὐσιῶν, αἳ πεφύκασιν ἑαυτῶν εἶναι καὶ καθ’ αὑτὰς εἶναι. μήποτε δὲ καὶ οἱ περσβύτεροι τῶν φιλοσόφων τὰ στοιχεῖα ζητοῦντες τῶν ὄντων τοιαύτας ἀρχὰς ἠβούλοντο θεωρῆσαι, αἳ οὐ τῶν συμβεβηκότων ἦσαν (ταὐτὸν γὰρ <ἡ> κατὰ συμβεβηκὸς ἀρχὴ καὶ ἡ τῶν συμβεβηκότων ἀρχή) ἀλλὰ τῶν καθ’ αὑτὰ καὶ τῶν καθ’ αὑτὰς εἶναι δυναμένων οὐσιῶν. ἐκεῖνοι μὲν οὖν εἴτε κεκρατήκασι τῆς προθέσεως εἴτε μή, παρείσθω λέγειν τὰ νῦν· ἑαυτῷ δέ φησιν ὁ Ἀριστοτέλης ἀναγκαῖον εἶναι τοιαύτας αἰτίας ἐπιζητεῖν. Ὅτι μὲν οὖν οὐ συνωνύμως κατηγορεῖται τὸ ὂν τῶν ὄντων ἁπάντων οὐδέ ἐστιν ἰσότιμα τὰ ὄνια ᾗ ὄντα, καὶ ἐν ἄλλοις ἔδειξε καὶ νὺν συγχωρεῖ. οὐ μὴν οὐδ’ ἁπλῶς ὁμώνυμά φησι τὰ ὄντα, ἀλλ’ εἰ καὶ πολλαχῶς λέγεται τὸ ὄν, ἀλλ’ οὗν ὡς πρὸς ἓν καὶ τὴν τῆς οὐσίας ἀναφερόμενον μίαν φύσιν. ὥσπερ γὰρ οὐ συνωνύμως μὲν τὸ ὑγιεινὸν κατὰ τοῦ γυμνασίου καὶ τοῦ σιτίου καὶ τοῦ χρώματος καὶ τοῦ σώματος, πρὸς ἓν δὲ καὶ ἀφ’ ἑνὸς τῆς ὑγιείας τὸ μὲν γὰρ ὡς φυλακτικὸν αὐτῆς, τὸ δὲ ὡς ποιητικόν, τὸ δὲ ὡς σημεῖον, τὸ δὲ σῶμα ὡς δεκτικὸν αὐτῆς ὑγιεινὸν λέγεται), καὶ ἰατρικὸν παιδίον τὸ μὲν λέγεται τῷ μεμαθηκέναι καὶ ἔχειν τὴν ἰατρικήν, τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς μάθησιν, ἤδη δὲ καὶ ἰατρικὸν κέκληται τὸ ἀπὸ τῆς ἰατρικῆς ἐπιτελεσθέν, καὶ οὔτε συνωνύμως οὔθ’ ὁμωνύμως κατὰ |τούτων τὸ ἰατρικόν, ἀλλὰ πρὸς ἓν καὶ δὴ ἀφ’ ἑνός· οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν, οἷον τοῦ ἀγαθοῦ· καὶ γὰρ ὁ θεὸς καὶ ὁ καιρὸς ἀγαθὸν καὶ <ἡ> ἀρετὴ ἀγαθὸν καὶ τὸ εἶδος. οὕτω δὲ καὶ ἐπὶ τοῦ ὄντος· πολλαχῶς μὲν γὰρ καὶ τοῦτο λέγεται καὶ οὐ συνωνύμως κατηγορεῖται τῶν πραγμάτων, πρὸς δὲ τὴν οὐσίαν ἀναφέρεται πάντα καὶ ταύτης ἕνεκα λέγεται ὄντα· κυρίως μὲν γὰρ ὂν ἡ οὐσία καὶ πρώτως καὶ μάλιστα, ἤδη δὲ καὶ τὰ πάθη ταύτης ὄντα προσείπομεν, οἷον θερμότητας ψύξεις 〈ξηρότητας〉 ὑγρότητας καὶ πᾶν τὸ τοιοῦτον γένος. οὐ μὴν ἀλλὰ καὶ τὰς γενέσεις οἷον ὁδούς τινας εἰς οὐσίαν ἀγούσας θεωρήσαντες ὄντα προσείπομεν, καὶ οὐ τὰς γενέσεις μόνας, ἀλλὰ καὶ τὰς φθοράς, ὅτι δὴ καὶ αὗται οὐσιῶν εἰσι φθοραί· καὶ πηρώσεις δὲ καὶ κωφότητας ὄντα προσείπομεν, ὅτι περὶ τὴν οὐσίαν στερητικῶς ἐπιγιγνόμεναι θεωροῦνται· τά τε ποιητικὰ τῶν οὐσιῶν, οἷον τὰς ἐνεργείας τῶν ποιητικῶν οὐσιῶν ὄντα καλοῦμεν. ὁμοίως δὲ καὶ τὰ ποιητά, οἷον αἰσθόμενοι κατά τινα σῆψιν ὑγροῦ ζῴων γεννηθέντων καὶ ταῦτα τῶν ὄντων ἔφαδιαιρετικὴ μὲν εἷναι· κἂν ποιότητος δέ τι ποιητικὸν ἢ γεννητικὸν ᾖ, τῆς τοῦ ὄντος ἀξιοῦμεν αὐτὸ προσηγορίας, ἐπειδὴ πάντα τὰ συμβεβηβότα πρὸς τὴν οὐσίαν λέγεται, κἂν σχέσεως μόνης, ἐπειδὴ τὰ πρός τι ταῖς οὐσίαις παραφύεται. πάντα οὖν πρὸς τὴν οὐσίαν ἀναφέροντες ὄντα προσαγορεύομεν. καὶ τί θαυμαστόν, ὅπου καὶ τὰς τῶν συμβεβηκότων ἀποφάσεις καὶ τὰς αὐτῆς τῆς οὐσίας εἶναί φαμεν; ἔστι γάρ πως καὶ τὸ μὴ λευκὸν καὶ τὸ οὐκ ἄνθρωπος. οὗ δὴ καὶ θαυμαστή τις καὶ δαιμονία τῷ ὄντι τῆς οὐσίας ἡ δύναμις ἀναφαίνεται· εἰ γὰρ καὶ τοῖς οἷον ἀντικειμένοις αὐτῇ τοῦ εἶναι μεταδίδωσι, πῶς οὐχὶ πάντα τοῦ ὄντος πληροῖ καὶ πᾶσιν ἀφθόνως τὴν παρ’ αὑτῆς ὀρέγει βοήθειαν; καθάπερ οὖν τἀγαθὸν καὶ τῶν λεγομένων κακῶν αἴτιον καὶ τὸ φῶς τοῦ σκότους, οὕτω καὶ ἡ οὐσία τοῦ καὶ τὸ μὴ ὂν εἶναί πως αἰτία· ὅταν γοῦν λέγωμεν τὸ μὴ ὂν εἶναι μὴ ὄν, ἀληθεύομεν τὸ εἶναι κατηγοροῦντες αὐτοῦ. τί οὖν εντι θαυμαστόν, εἰ πάντων τῶν ὄντων πρὸς ἓν λεγομένων τὴν οὐσίαν, μίαν εἶναί φαμεν ἐπιστήμην παντὸς τοῦ ὄντος ἡ ὅν; ὡς γὰρ τῶν ὑγιεινῶν ἁπάντων πρὸς ἓν τὴν ὑγίειαν λεγομένων μία ἐπιστήμη, οὕτω καὶ τῶν ὄντων ἀπάντων μία ἐστὶν ἐπιστήμη· οὐ γὰρ ἐφ’ οἷς μία τέτακταί τις ἐπιστήμη, ταῦτα πάντῃ καὶ πάντως ἐστὶ συνώνυμα, ἀλλὰ καὶ τῶν πρὸς ἓν λεγομένων μία γίγνεται θεωρία· καὶ γὰρ εἰ μεταξὺ ταῦτα τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, ἀλλὰ μᾶλλον ἀποκλίνει πρὸς τὰ συνώνυμα. δῆλον οὖν ὅτι καὶ τὰ ὄντα μιᾶς ἐπιστήμης θεωρεῖν ᾗ ἐστιν ὄντα. Οὐ μὴν ἐπειδὴ πάντα τὰ ὄντα θεωρεῖ, ἐπίσης ἑαυτὴν ἀπονέμει τοῖς πᾶσιν, ἀλλὰ μᾶλλον διατρίψει περὶ τὰ πρώτως ὄντα οἷον καὶ περὶ τὰς οὐσίας, ἐξ ὧν καὶ ἤρτηται τἆλλα |καὶ τῆς τοῦ ὄντος προσηγορίας ἠξίωται. 867a ὀρθῶς ἄρα καὶ ταῦτ’ εἴπομεν ἐν τοῖς πεπροοιμιασμένοις, ὅτι τὰ αἴτια τῆς οὐσίας ὁ φιλόσοφος ἔχειν ἐθέλει. καὶ δὴ τριῶν τούτων εἰρημένων ἐν τοῖς προοιμίοις, ὅτι περὶ πᾶν ἔχει τὸ ὂν ᾗ ὂν ὁ σοφός, καὶ ὅτι περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα τῷ ὄντι, καὶ ὅτι τῶν τῆς οὐσίας αἰτίων ἐστὶ θεωρός, τὸ μὲν πρῶτον ἀπεδείξαμεν ἤδη, τὸ ὂν οὐχ ὁμωνύμως εὑρόντες λεγόμενον, ἀλλὰ πᾶν πρὸς μίαν φύσιν τὴν τῆς οὐσίας· τὸ δὲ τρίτον δι’ ὧν περὶ τὴν οὐσίαν ἔφαμεν αὐτὸν μάλιστα σπουδάζειν, ἣν ἑλεῖν οὐκ ἔστι μὴ πάντα τὰ αἴτια ταύτης ἐπισκεψάμενον. λείπεται δὲ συστῆσαι καὶ τὸ δεύτερον, ὅπερ ὅσον οὐδέπω ποιήσομεν, ταῦτα προσειληφότες, ὅτι τὸ ὁμοειδὲς ὑποκείμενον, ὃ νῦν κέκληκε γένος, εἰ μὲν αἰσθητὸν εἴη, μιᾷ τῶν αἰσθήσεων συζυγεῖ, ὡς τὰ χρώματα τῇ ὄψει καὶ οἱ χυμοὶ τῇ γεύσει καὶ οἱ ψόφοι τῇ ἀκοῇ· εἰ δὲ ἐπιστητόν, μιᾷ γίγνεται πάλιν ἐπιστήμῃ περιληπτόν· πάσας γὰρ φωνὰς ὁ γραμματικὸς ἐπισκέψεται καὶ πάντα τὰ σχήματα ὁ γεωμέτρης <καὶ> πάσας τὰς ἁρμονίας ὁ μουσικός. οὕτως οὖν πάσας τὰς οὐσίας ὁ φιλόσοφος, καὶ εἰ τῶν οὐσιῶν αἱ μὲν πρὸς τῷ ἀίδιοι εἶναι νοηταί τέ εἰσι καὶ ἀκίνητοι, αἱ δὲ ἀίδιοι μὲν κινηταὶ δέ, αἱ δὲ γιγνόμεναι καὶ φθειρόμεναι. καίτοι δόξειεν ἄν πάλιν μηδεὶς περὶ πᾶσαν ἔχειν κατηγορίαν. οὔτε γὰρ ὁ γεωμέτρης περὶ πᾶσαν ποιότητα οὔθ’ ὁ ἀριθμητικὸς περὶ πᾶν τὸ ποσὸν οὔθ’ ὁ ἁρμονικὸς περὶ πᾶν τὸ πρός τι, ἀλλὰ περὶ ἓν εἶδος ἕκαστος αὐτῶν τῶν ὑπό τινα τῶν κατηγοριῶν ἀναγομένων. αἴτιον δ’ ὅτι μηδεὶς αὐτῶν περὶ ποιὸν ἔχει ᾗ ποιὸν μηδὲ περὶ ποσὸν ᾗ ποσὸν μηδὲ περὶ ἄλλο τι τῶν γενικωτάτων ᾗ τοιοῦτον· εἰ γὰρ εἶχε περί τι τοιοῦτον, πᾶσα ἦν ἀνάγκη περὶ τὴν ὅλην αὐτὸν πραγματεύεσθαι κατηγορίαν. ἢ οὗν ἀπογνῶναι δεῖ, ὅτι ἔστι τις ἐπιστήμη περὶ τὴν οὐσίαν καθό ἐστιν οὐσί σπουδάζουσα, ἢ ἕως ἂν τοῦτο συγχωρῆται, περὶ πᾶσαν αὐτὴν οὐσίαν διατρίβειν ὁμολογήσομεν. οὐ μὴν ἀλλ’ ὥσπερ ἡ μία φιλοσοφία καὶ ὅλη περὶ πάσας ἕξει, οὕτω καὶ τὰ εἴδη αὐτῆς περὶ τὰ εἴδη τῶν οὐσιῶν. ἔσται οὗν ἡ μὲν πρώτη φιλοσοφία περὶ τὴν νοητὴν οὐσίαν, ἡ δὲ περὶ οὐρανὸν πραγματευομένη περὶ τὴν ἀίδιον μὲν κινουμένην δέ, ἡ δὲ περὶ τὴν ἐν γενέσει καὶ φθορᾷ. ἔξεστι δὲ καὶ δύο τὰς μερικωτέρας ποιεῖν, τὴν μὲν πρώτην ὀνομάζοντα φιλοσοφίαν, τὴν δὲ φυσικήν, ὅση περὶ τὸ κινούμενον φθαρτόν τε καὶ ἀίδιον· ὅπως γὰρ ἄν τὰς οὐσίας διέλωμεν, οὕτω καὶ τὰς γνώσεις αὐτῶν ἀνὰ τὸν αὐτὸν λόγον διαιρήσομεν. ἀποδείκνυται οὖν καὶ ἄλλο τι νῦν τῶν ἐν τῷ δευτέρῳ βιβλίῳ διαπορηθέντων· ἠπορεῖτο δὲ ἐκεῖ πότερον μία τις ἐπιστήμη περὶ πάσας ὢ ἕξει τὰς οὐσίας, ἢ ἄλλη περὶ ἄλλην· ἀναπέφηνε δὲ νῦν, ὅτι ἡ μὲν ὅλη φιλοσοφία περὶ |πάσας, τὰ δὲ εἴδη αὐτῆς ἕκαστον περὶ μίαν. p. 1003b22 Εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν τὸ αὐτὸ καὶ μία φύσις. Βούλεται μὲν ἐντεῦθεν κατασκευάσαι, ὅτι καὶ τὰ καθ’ αὑτὰ τῇ οὐσίᾳ συμβαίνοντα τῆς μιᾶς ἐστι καὶ ὅλης φιλοσοφίας θεωρεῖν· δὲ τὴν ἀπόδειξιν οὕτω. τὸ ὂν καὶ τὸ ἓν μία φύσις· ὥστε εἰ ὁ φιλόσοφος τὸ ὂν ᾗ ὂν ἐπισκέπτεται, καὶ τὸ ἓν ᾗ ἓν θεωρήσει. ἀλλὰ μὴν τοῦ αὐτοῦ τὰ ἀντικείμενα θεωρεῖν· θεωρήσει ἄρα καὶ τὰ πολλὰ ὡς τῷ ἑνὶ ἀντικείμενα. εἰ δὲ τὸ ἓν καὶ τὰ πολλὰ ἐπισκέψεται, πᾶσα δὲ ἐναντίωσις ὑπὸ ταῦτα πίπτει ταὐτὸ γὰρ καὶ ὅμοιον καὶ ἴσον ἕν πώς ἐστι θάτερον δὲ καὶ ἀνόμοιον καὶ ἄνισον δυὰς καὶ πλῆθος), καὶ πάντα ἄν τὰ οὕτως ἀντικείμενα θεωρήσειε· ταῦτα δέ ἐστι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῇ οὐσίᾳπρώτως τε γὰρ αὐτῇ ὑπάρχει καὶ πάσῃ· ὥστε καὶ τὰ καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπάρχοντα τοῦ φιλοσόφου γιγνώσκειν ἐστί. τοιαύτης δὲ τῆς μεταχειρίσεως τοῦ λόγου γεγενημένης, τὸ μὲν τὰ καθ᾿ αὑτὰ ὑπάρχοντα τῷ ὄντι ἀντικεῖσθαι πρὸς ἄλληλα καὶ τὸ τὰ ἀντικείμενα πάντα τὸ] ὑπὸ τὸ ἓν ἀνά- γεσθαι καὶ τὰ πολλά, ταῦτα δὲ μιᾶς εἶναι γνωρίζειν ἐπιστήμης, εὐπαραδεκτότερα τέως ἐστί· καὶ γὰρ ὃ δοκεῖ τούτων εἶναι βιαιότατον, τὸ πάντα τὰ ἀντικείμενα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος ἀνάγεσθαι, πολλὴν μὲν καὶ ἐξ ὧν εἷπεν αὐτὸς ἔχει παραμυθίαν, πλείστης δὲ παρρησίας ἐκ τῶν δύο συστοιχῶν πλείστης δὲ παρρησίας ἐκ τῶν τῶν παρὰ τοῖς Πυθαγορείοις μετείληφε. Τὸ μέντοι τὸ ἓν καὶ τὸ ὂν ταὐτὸν εἶναι καὶ μίαν ἄμφω φύσιν, ὡς τὴν ἀρχὴν καὶ τὸ αἴτιον, καὶ τὸ ἀμερὲς καὶ τὸ ἐλάχιστον, καὶ τἆλλα ὧν αἱ μὲν ἐπιβολαὶ καὶ οἱ λόγοι διάφοροι, τὸ δὲ ὑποκείμενον ἕν, καὶ] τοῦτο πολλὴν ἀπορίαν ἔχει καὶ παρὰ τοῖς τὰ πράγματα δυναμένοις ὁρᾶν καὶ παρὰ τοῖς τὴν ὁμολογίαν αὐτοῦ πρὸς] τὴν πρὸς ἑαυτὸν διαφυλάττειν θέλουσιν. οἱ μὲν γὰρ ἴσως ἀξιοῦσι τοῦ ἑνὸς ὄντος ἡνωμένου τὴν ἕνωσιν ἀλλαχόθεν ἥκειν αὐτῷ, καὶ δῆλον ὡς ἀπὸ τοῦ ὑπὲρ οὐσίαν ἑνός, ὃ τοῦ μὲν εἶναι μηδὲν αὐτὸ προσδεῖται, ἓν δὲ καθαρῶς ὂν πᾶσιν ἑνώσεως μεταδίδωσιν, ἧς ἄνευ συστῆναι τὴν ἀρχὴν ἢ συστάντα διαμένειν ἀδυνατεῖ τὰ πράγματα· ὥστε συνοχικὴν αὐτοῖς ταύτην ἐφίστησι καὶ φρουρητικὴν δύναμιν ἡ τοῦ πρὸ πάντων ἑνὸς ἀγαθότης. οἱ δὲ διὰ τί φήσουσι τὸ ἓν καὶ τὸ ὂν ταὐτὸν εἶναι; ἆρα διὰ τοῦτο, ὅτι ἓν μὲν καὶ ὁ] ἄνθρωπος οὐκ ἀεὶ ἅμα, ἀλλ’ ὅπου μὲν ἄνθρωπος, καὶ ἕν, ὅπου δὲ ἕν, οὐ πάντως ἄνθρωπος οὐδ’ ἥλιος οὐδὲ κόσμος οὐδὲ νοῦς. ὅπου δὲ ὂν ἐκεῖ καὶ ἕν, καὶ ὅπου ἕν, ἐκεῖ καὶ ὄν; ἀλλὰ πρῶτον μὲν οὐδὲ τοῦτο συγκεχώρηται· τὸ γὰρ ἓν καὶ ὑπὲρ τὸ μὴ ὂν καὶ σὺν τῷ ὄντι καὶ ἐπὶ τάδε τοῦ ὄντος, ὡς ἐπὶ τῆς ὕλης καὶ τῆς στερήσεως· ὅμως δὲ τίς ἀνάγκη συνόντα αὐτὰ μὴ ἔχειν πρὸς ἄλληλα διαφορὰν τὴν τοῦ προτέρου καὶ ὑστέρου; πῶς δὲ 〈εἰ ἓν〉 ἔσται ἡ οὐσία, οὐχὶ καὶ |ἀριθμὸς ἔσται οὐσία, καὶ ταῦτα ὁ ἐν τοῖς ἀριθμητοῖς; εἰ γὰρ ὁ Σωκράτης καὶ ἓν καὶ ὂν καθ’ αὑτό, καὶ σὺν Πλάτωνι καὶ δύο καὶ ὄντα καθ’ αὑτά, καὶ οὕτως ἐφεξῆς. ὥσπερ οὖν αἱ οὐσίαι πλείους γιγνόμεναι οὐ μεταπίπτουσιν εἰς συμβεβηκότα, ἀλλ’ εἰσὶ πάλιν αἱ] οὐσίαι, οὕτω καὶ τὸ ἐν ἑκάστοις ἓν συντιθέμενον ἀριθμὸν οὐσιώδη ποιήσει· εἰ γὰρ ἰοῖς δέκα ἀνθρώποις ὁ μὲν ἀριθμὸς συμβέβηκεν, αἱ δὲ οὐσίαι αἱ δέκα οὐ συμβεβήκασιν ἀλλ’ εἰσὶν αὐτῶν οὐσίαι, καὶ καὶ ἑνὶ τὸ μὲν ἓν ἔσται συμβεβηκός, τὸ δὲ αὐτὸ οὐσιῶδες· οὐκ ἄρα οὐδ’ ἐν Σωκράτει ταὐτὸν ἦν τὸ ὂν τῷ ἑνί, εἴ γε τὸ μὲν συντερθειμένον καὶ πεπολλαπλασιασμένον ὂν μόνον καὶ οὐσία, τὸ δὲ προϊὸν ἀριθμὸς ἀνούσιος ἀναφαίνεται. κατ’ ἄλλην δὲ αὖθις ἐπιβολήν, εἰ ταὐτὸν τὸ ἓν τῷ ὄντι κατὰ τὸ ὑποκείμενον, καὶ τὸ ἀντικείμενον τῷ ὄντι τὸ μὴ ὂν τῷ ἀντικειμένῳ τῷ ἑνὶ ταὐτὸν ἔσται· οὐκ ὂν ἄρα τὰ πολλά· ἀλλὰ μὴν καὶ ὄντα· οὐκ ὂν ἄρα τὰ ὄντα. εἰ δέ τις τῇ καταλήξει τῶν φωνῶν ἐπερειδόμενος ὁμόσε χωροίη λέγων τὰ ὄνια οὐκ ὂν εἶναι, μηδὲ γὰρ εἶναι ὂν ἀλλὰ τὰ] ὄντα, σοφίζεσθαι ἡμᾶς ἐπιχειρήσει· οὐ γὰρ ὅτι πολλαπλάσιά ἐστι τὰ πολλὰ τοῦ ἑνὸς ὄντος οὐκ ὂν λέγεται, ἀλλ’ ὅτι τοῦ ὄντος ἐστὶ στέρησις. ἢ πρὸς μὲν τοῦτο φαίη τις ἄν ὑπὲρ Ἀριστοτέλους, ὅτι ἀλλ’ οὐδὲ τὰ πολλὰ τοῦ ἑνὸς ἐστέρηται τέλεον, ἀλλ’ ἔστιν αὐτοῦ πρόοδος· ἐὰν δὲ στερήσῃς αὐτὰ τοῦ ἑνός, πάντῃ τέλεον οἴχεται τὸ ὂν ἀποδρὰν πρὸς τὸ μὴ ὃν καὶ τὴν τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἀχανίαν. ἐγὼ δὲ βουλοίμην μὲν ἂν αὐτοὺς ταῦτα καὶ λέγειν καὶ φρονεῖν· ἔστι γάρ πως Πυθαγορικώτερα καὶ Πλατωνικώτερα τῷ τε Παρμενίδῃ φίλων φίλτατα, καὶ ἅμα εἰς ἔννοιαν ἄγει πως, ὡς πάντα τῷ ἑνὶ καὶ ἔστι καὶ σώζεται. προσανακρίνω δὲ πάλιν, πότερον τὸν ἕνα ἄνθρωπον οἴονται σεμνότερον εἶναι ἡ τοὺς δέκα ἀνθρώπους· εἰ μὲν γὰρ τὸν ἕνα ἄνθρωπον, πῶς δεκαπλασιασθὲν τὸ τίμιον τοῦ πράγματος οὐ σεμνότερον γέγονεν; εἰ δὲ τοὺς δέκα ἀνθρώπους πῶς ἐστι τὸ μὲν ἓν εἶδος καὶ ὄν, τὰ δὲ πολλὰ στέρησις καὶ μὴ ὄν; εἰ δὲ τοὺς δέκα ἀνθρώπους κατὰ μὲν τὸν ἀριθμὸν λείπεσθαι φαῖεν τοῦ ἑνὸς ἀνθρώπου, κατὰ δὲ τὸ οὐσιῶδες τὸ ἐν τῷ ἀνθρώπῳ πλεονεκτεῖν, οὐκ ἦν ταὐτὸν ἐν τῷ ἑνὶ ἀνθρώπῳ τὸ ὂν αὐτοῦ καὶ τὸ ἕν· οὐ γὰρ ἄν τὸ μὲν πολλαπλασιαζόμενον ἐγίνετο σεμνότερον, τὸ δὲ ἀτιμότερον. Πάλιν εἰ μὴ ὡς στέρησις τὰ πολλὰ τῷ ἑνί, μᾶλλον δὲ κατὰ τὰ πρός τι ἀντίκειται, καθὰ καὶ αὐτὸς ἐν τῷ I τῆσδε τῆς πραγματείας ἐνέκρινεν, ἀνάγκη καὶ τοὺς ἀνθρώπους τῷ ἀνθρώπῳ τοῦτον ἀντικεῖσθαι τὸν τρόπον· ἀλλὰ μὴν οὐδὲν ἐκ τῶν ἀντικειμένων ἑαυτῷ σύγκειται, οὔτ’ ἄρα οἱ ἄνρωποι τῷ ἀνθρώπῳ ἀντίκεινται, οὔτε τοιοῦτον τὸ ἕν, ἐξ ὧν σύγκειται τὰ πολλά, τοῖς πολλοῖς. ἔτι ὁ μὲν ἄνθρωπος ᾗ ἄνθρωπος καὶ τὸ ὃν ᾗ ὂν τῶν ἀνθρώπων καὶ τῶν ὄντων οὐ διαφέρουσι, τὸ δὲ ἓν ᾗ ἓν τῶν πολλῶν διαφέρει ᾗ πολλά· οὐκ ἄρα ταὐτόν ἐστιν |αὐτῷ ἑνί τε εἶναι καὶ ὄντι· ἄλλο ἄρα τὸ ἓν καὶ ἄλλο τὸ ὄν, καὶ εἰ συνυπάρχει τῷ ὄντι τὸ ἕν, ἐπεὶ μηδὲν ἄνευ τοῦ ἑνὸς εἶναι δύναται. Ἀλλὰ ταῦτα μὲν ἠπορήσθω διὰ τὴν διδασκαλίαν τοῦ δαιμονίου τοῦδε ἀνδρὸς τὸ διάφωνον ἔχουσαν ἐνιαχοῦ διὰ τὸ ἐγείρεσθαί τε ἅμα πρὸς τὴν πρεσβυτέραν φιλοσοφίαν καὶ ἐποπτικωτέραν, καὶ φυλάττειν τὰ παρὰ τοῖς πολλοῖς διὰ συνήθειαν εὐδοκιμώτερα. καὶ γὰρ νῦν ὁρμήσας ἀνυμνῆσαι τὸ ἒν Πυθαγορείως τε καὶ Πλατωνικῶς καὶ οὐσιῶδές τε αὐτὸ εἰπὼν καὶ ἡγεμονίαν αὐτῷ δεδωκὼς τῆς ἀμείνονος τῶν συστοιχιῶν, ὅμως διὰ τὸ τῆς ἐξῃρημένης ἁπάντων τῶν ὄντων φύσεως αὐτοῦ μὴ κατακρατῆσαι τὴν πρὸς ἑαυτὸν ἔσχεν ἐναντίωσιν· μόνου γὰρ τοῦ ὑπὲρ τὰ ὄντα ἐστὶ τὸ ὑπερέχειν τοῦ πλήθους, ἐπεὶ τοῦ συντεταγμένου τοῖς οὖσιν ἑνὸς εἰ μὴ κατ’ ἄλλο λείποιτο τὰ πολλά, πῶς ἄν εἴη τοὐ ἑνὸς ἀτιμότερα, εἰ μήτε τίκτεται παρ’ αὐτοῦ μήτε τῶν ἐν αὐτοῖς ἕκαστον ἐκείνου δεύτερόν ἐστιν; ἴωμεν δὲ καὶ ἐπὶ τὰ ἑξῆς. Ἀρέσκει τοίνυν αὐτῷ ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ ὂν καὶ ἕν, καὶ εἰ οἱ λόγοι αὐτῶν ἕτεροι εἶεν· εἰ δέ τις καὶ τὸν αὐτὸν λόγον ἀμφοτέροις ἀποδιδοίη, οὔ φησι διοίσεσθαι, μᾶλλον γὰρ αὐτοῦ συνδραμεῖσθαι τοῦτο τῇ ὅλῃ προθέσει· τὰ γὰρ ὑπὸ τὸ ἓν ἐπὶ πλέον δειχθήσεται προσήκοντα τῷ φιλοσόφῳ ἅτε περὶ τὸ ὂν ᾗ ὂν στρεφομένῳ. τίνες οὖν αἱ κατασκευαὶ τοῦ ταὐτὸν εἶναι τὸ ἓν καὶ τὸ ὄν; πρῶτον μὲν ὅτι καὶ τὸ ἄνθρωπος καὶ τὸ εἷς ἄνθρωπος καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν δηλοῖ, κἄν εἴπω δὲ εἷς ὢν ἄνθρωπος, οὐχ ἕτερον δηλῶ τὸ γὰρ ἀναδιπλωθὲν ἂν ἀνατριπλωθῇ ταὐτὸν σημαίνει), δεύτερον δὲ ὅτι ἡ ἑκάστου οὐσία οὐκ ἔστιν ἓν 〈κατὰ〉 συμβεβηκός, ἀλλ’ ὥσπερ ὅπερ ὄν τι, οὕτω καὶ ὅπερ ἕν τι· ὥστε ὁσαχῶς τὸ ἕν, τοσαυταχῶς καὶ τὸ ὄν, εἴπερ ἄμφω ταὐτόν, ***τὰς οὐσίας ἐπισκεπτόμενος καὶ πάντα τὰ ὄντα ὁ φιλόσοφος τὰς διαφορὰς τοῦ ἑνὸς ἐπισκέψεται. διαφοραὶ δὲ τοῦ ἑνὸς καὶ ὥσπερ εἴδη τὸ ταὐτὸν τὸ ὅμοιον τὸ ἴσον τὸ εὐθὺ καὶ ὅλως <ἡ> ἀμείνων συστοιχία, ὥσπερ ἡ καταδεεστέρα τῶν πολλῶν ἐστιν ἀκόλουθος. ἐπραγματεύσατο δὲ τοῦτο ἰδίᾳ καὶ αὐτὸς οὗτος ὁ φιλόσοφος ἐκλογὴν πάντων ποιησάμενος τῶν ἐναντίων καὶ ὑποτάξας τὰ μὲν τῷ ἑνί, τὰ δὲ τοῖς πολλοῖς. εἰ τοίνυν περί τε τὰς οὐσίας καὶ περὶ τὰς τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἕξει διαφορὰς ἡ ὅλη φιλοσοφία, καὶ τὰ μέρη αὐτῆς περὶ τὰ εἴδη τῶν οὐσιῶν διατρίψει· τῶν δὲ οὐσιῶν ἡ μὲν νοητή τε καὶ ἡ δὲ αἰσθητή τε καὶ φθαρτή· ὥστε ἡ μὲν ἔσται πρώτη φιλοσοφία ἡ περὶ τὴν νοητήν τε καὶ ἀκίνητον οὐσίαν στρεφομένη, ἡ δὲ ταύτης ἐχομένη καὶ δευτέρα ἡ περὶ τὴν φύσιν διατρίβουσα. ὥσπερ γὰρ τὸ ὂν καὶ τὸ ἓν εἴδη ἔχει, τὸ μὲν πρῶτον τὰ δὲ ἐφεξῆς, οὕτω καὶ αἱ ἐπιστῆμαι τοῖς οὖσιν ἀνάλογον ταχθήσονται. ἔχει γὰρ ἡ φιλοσοφία τὸ πρότερον ἐν ἑαυτῇ καὶ τὸ ὕστερον. ὥσπερ καὶ ἡ μαθηματική· καθάπερ οὖν πρότερος μὲν |ὁ ἀριθμητικὸς τοῦ γεωμέτρου, πάλιν δὲ οὗτος τοῦ ἀστρονόμου καὶ οὗτος εἰ τύχοι τοῦ μηχανικοῦ, οὕτω καὶ τὰ εἴδη τῆς ὅλης φιλοσοφίας τῷ πρώτῳ καὶ μέσῳ καὶ τελευταίῳ διακεκόσμηται. Μιᾶς δὲ τἀντικείμενα πάντως ἀλλήλοις θεωρούσης δεῖ τὴν τὸ ἓν εἰδυῖαν καὶ τὰ πολλὰ εἰδέναι· τὰ γὰρ πολλὰ ἤτοι ἀπόφασις τοῦ ἑνὸς ἢ στέρησις. διαφέρουσι δὲ ἀλλήλων αἱ ἀντιθέσεις αὗται, ὅτι ἡ μὲν ἀπόφασις ἐπὶ πάντων ἀληθεύει τῶν παρὰ τὸ ἓν ἐκεῖνο τὸ ἀναιρούμενον· τὸ γὰρ οὐχ ἵππος ἐπὶ πάντων ἀληθὲς τῶν παρὰ τὸν ἵππον, ἡ δὲ στέρησις οὐχ οὕτως· οὐ γὰρ ἁπλῶς ἀπούσης τῆς ἕξεως 〈ἔννοιαν〉 παρίστησιν ἡ στέρησις οὐ γὰρ τυφλὸς ὁ μὴ ἔχων ὄψιν, ἐπεὶ καὶ λίθος ἂν ἦν τυφλός), ἀλλ’ ἀπούσης τοῦ πεφυκότος αὐτὴν δέχεσθαι· κωφὸν οὖν οὐχὶ πᾶν ὃ μὴ ἀκούει, ἀλλὰ τὸ οὖς ἐὰν μὴ ἀκούῃ ,ὅτι πέφυκεν ἀκούειν · δεῖ γὰρ ὑποκεῖσθαι μίαν φύσιν τῇ ἕξει καὶ τῇ στερήσει. καὶ διαφορὰ μὲν αὕτη μεγίστη στερήσεως καὶ ἀποφάσεως. εἴτε μέντοι στέρησίς ἐστι τοῦ ἑνὸς τὰ πολλὰ εἴτε ἀπόφασις, ἐπειδὴ δι’ ἑκατέρας ἔστι τὸ ἓν θεωρῆσαι, τοῦ αὐτοῦ ἐστι τό τε ἓν εἰδέναι καὶ τὰ πολλά· καὶ γὰρ ὅλως τὰ καθ’ οἱανοῦν ἀντίθεσιν ἀλλήλοις ἀντικείμενα μιᾶς ἐστιν ἐπιστήμης εἰδέναι. εἰ δὲ ὁ φιλόσοφος τό τε ἓν εἴσεται καὶ τὰ πολλά οὐ μόνον τὸ ταὐτὸν καὶ ἴσον καὶ ὅμοιον ἐπισκέψεται διαφορὰς ὄντα τοῦ ἑνός, ἀλλὰ καὶ τὰ τούτοις ἀντικείμενα, τὸ ἕτερον τὸ ἀνόμοιον τὸ ἄνισον, ἅπερ ὑπὸ τὸ πλῆθος ἀνάγεται, καὶ οὐ μόνα γε ταῦτα ἀλλὰ καὶ ὅσα διὰ τούτων ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ τάττεται· καὶ γὰρ τὸ λευκὸν καὶ <τὸ> μέλαν καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ πᾶν τὸ γένος ὑπὸ τὰ πρώτιστα τῶν ἀντικειμένων τέτακται, ὡς μὲν ἐγὼ νομίζω, τὸ γλυκὺ καὶ τὸ λευκὸν καὶ πᾶν <τὸ> τῷ εἴδει συγγενέστερον ὑπὸ τὸ τὸ δὲ πικρὸν καὶ μέλαν καὶ πᾶν τὸ εἰς τὴν στέρησιν ὑποφερόμενον ὑπὸ τὰ πολλά· ὡς δὲ ὁ Ἀλέξανδρος ἐξηγεῖται, τὰ μὲν διακριτικὰ θερμὸν γλυκὺ λευκὸν] ὑπὸ τὰ πολλά, τὰ δὲ τούτοις ἀντίθετα ὑπὸ τὸ ἕν. καὶ τὴν ἐναντίωσιν δὲ αὐτὴν ἀνάξομεν ἐπὶ τὰ πολλά, τὴν δὲ φιλίαν ὑπὸ τὸ ἕν· διαφορὰ γάρ τις, φησίν, ἡ ἐναντίωσις, ἡ δὲ διαφορὰ ἑτερότης. εὖ γε σὺ πάντα ταῦτα λέγων ὦ ἄριστε· τί οὖν οὐχὶ καὶ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα παρελαμβάνομεν ἐν ταῖς ἀρχαῖς; τί δὲ τῇ Ἐμπεδοκλέους φιλίᾳ καὶ τῷ νείκει διεμαχόμεθα; τὰ γὰρ αὐτὰ νῦν πράγματα καὶ τὰς αὐτὰς δυνάμεις δι’ ἑτέρων ὀνομάτων εἰς τὰς ἀρχὰς εἰσάγομεν, τοῦ μὲν ἑνὸς οὐδ ὑπαλλάξαντες τοὔνομα, τὴν δὲ ἀόριστον δυάδα πολλὰ μετονομάσαντες. ταῦτα μὲν οὖν ὑπέρευ. ἐπειδὴ δὲ τὰς ἀρχὰς ἐξηρῆσθαι δεῖ τούτων ὧν εἰσιν ἀρχαί, ἔστω σοι τὸ ἓν καὶ τὸ πλῆθος τοῦ κατὰ μέθεξιν ἑνὸς καὶ τῶνδε τῶν πολλῶν ἐξῃρη|μένα, καὶ οὕτω τά τε πράγματα σεμνότερα θεασόμεθα καὶ ἡμεῖς ἡμῖν αὐτοῖς οὐ διαφωνήσομεν. ταῦτα μὲν καὶ εἰσαῦθις, εἰ δοκεῖ. Τέως δὲ δείξας ἡμῖν, ὅτι μιᾶς ἐπιστήμης τὰ ὄντα πάντα καὶ τὰ ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ ἀναγόμενα θεωρεῖν, λύει τινὰ ἔνστασιν τὴν ἀποροῦσαν, πῶς ἐπεὶ πολλαχῶς τὸ ἓν καὶ τὸ ὄν, ὑπὸ μίαν ἐπιστήμην. ὁ δέ φησιν ὅτι πρὸς ἓν λέγεται. ὥσπερ οὖν τὰ ὑγιεινὰ μιᾶς, οὕτω καὶ ταῦτα μιᾶς· πρὸς γὰρ τὴν οὐσίαν ἅπαντα τὰ ὄντα καὶ πρὸς τὸ πρώτως ἓν ἀναφέρεται. οὕτω δὲ καὶ τὸ ταὐτὸν εἰ διαφορὰς ἔχει, πᾶσαι πρὸς τὸ πρώτως ταὐτὸν ταχθήσονται, τοῦτο δέ ἐστι τὸ τῇ οὐσίᾳ ταὐτόν· οὕτω καὶ τὸ ἕτερον καὶ τὸ ὅμοιον καὶ ἀνόμοιον. δεῖ οὖν διελομένους, ποσαχῶς ἕκαστον τούτων λέγεται, εἴτε δεκαχῶς †ἐπειδὴ παντὶ τῷ ὄντι ὑπάρχει εἴτε κατ’ ἄλλον ἀριθμόν, τὸ ἐν ἑκάστῃ κατηγορίᾳ συντάττειν τῷ ἐν τῇ οὐσίᾳ ταὐτῷ καὶ ὁμοίῳ καὶ ἑτέρῳ καὶ ἀνομοίῳ· τὰ μὲν γὰρ τῷ ἐκεῖνο τὸ πρῶτον ἔχειν αὐτά, τὰ δὲ τῷ ἐκεῖνο τὸ πρῶτον ποιεῖν αὐτά ἔχει γὰρ ἡ οὐσία καὶ ποιεῖ ταῦτα ἃ λέγεται εἶναι), τά δὲ καὶ κατ’ ἄλλους τρόπους· ἤτοι γὰρ σχέσιν ἔχει πρὸς οὐσίαν ἢ πάθος αὐτῆς ἐστιν ἤ τι τοιοῦτο. λέλυται οὗν κάκείνη ἡ ἀπορία, τίνος ἔστι διαλαβεῖν περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ἴσου καὶ ἀνίσου καὶ ὅλως πάντων τῶν καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπαρχόντων· δῆλον γὰρ ἐκ τῶν εἰρημένων ὅτι τοῦ φιλοσόφου· καὶ γὰρ εἰ μὴ οὗτος, τίς ἐστιν ὁ σὺν ἀποδείξει λέγων εἴτε ταὐτὸν Σωκράτης 〈καὶ Σωκράτης> ἕτερον, εἴτε πῇ μὲν ταὐτὸν πῇ δὲ ἕτερον · ἢ εἰ δυνατὸν ἑνὶ πολλὰ εἶναι ἐναντία ἢ ἀδύνατον ἀλλ’ ἀνάγκη ἓν ἑνί. ἐπεὶ οὖν οὐχὶ τῶν ἀριθμῶν ἢ τῶν σχημάτων ταῦτα πάθη, Μἀλλὰ τοῦ ὄντος ᾗ ὄν, φανερὸν ὅτι τῆς πρώτης ὠτὶ φιλοσοφίας ἡ περὶ ταῦτα σχολή· καὶ οὐ διὰ τοῦτο κακίσειεν ἄν τις τοὺς σοφιστάς, ὅτι περὶ ταῦτα στρέφονται, ἀλλ’ ὅτι μηδὲν περὶ οὐσίας ἐπαΐοντες περὶ ταῦτα σὺν ἀμαθίᾳ πολλῇ διατρίβουσιν. ἔδει δὲ εἰδέναι ὅτι ὥσπερ ἀριθμοῦ πάθη ἐστὶν ἴδια τὸ ἄρτιον καὶ περιπὸν καὶ κατὰ τὴν πρὸς ἀλλήλους παραβολὴν πολλαπλάσιον, ὑποπολλαπλάσιον καὶ ὅλως αἱ δέκα σχέσεις αἱ ὑπὸ τὴν ὑπεροχὴν καὶ ἔλλειψιν, ὁμοίως δὲ καὶ τῷ στερεῷ σώματι τῷ τε ὑπὸ τῶν γεωμετρῶν κατανοουμένῳ καὶ ἀκινήτῳ, καὶ τῷ φυσικῷ καὶ κινητῷ, καὶ τῶν κινουμένων τῷ τε ἀβαρεῖ καὶ οὐρανίῳ καὶ τῷ ἐνύλῳ καὶ βάρος ἔχοντι ἢ κουφότητα, οὕτω δὴ καὶ τῷ ὄντι καθὸ ὂν καθ’ αὑτά τινα συμβέβηκε, περὶ ὧν οὐδὲν εἰπεῖν ὑγιὲς ὁ μὴ ἐπεσκεμμένος δυνήσεται. μόνος οὖν ὁ φιλόσοφος περὶ αὐτῶν ἀξιόχρεως διισχυρίσασθαι· ὑποδυόμενοι δὲ οἱ διαλεκτικοί τε καὶ σοφισταὶ προσποιοῦνται μὲν καὶ αὐτοὶ περὶ πάντων τῶν ὄντων διαλέγεσθαι, ἀπολιμπάνονται δὲ αὐτοῦ τε |καὶ τῆς ἀληθείας, οἱ μὲν διὰ τὸ μὴ ἔχειν αὐτοῦ τὴν ἐπιστήμνη ἀλλ᾿ ἐνδόξως ἐπιχειρεῖν περὶ ὧν ὁ φιλόσοφος ἀποδείκνυσιν, οἱ δὲ καὶ προαιρέσει μοχθηρᾷ χρώμενοι. σχεδὸν γὰρ ὑπεναντία τοῖς φιλοσόφοις σπουδάζουσιν· οἱ μὲν γὰρ τῆς τῶν προσιόντων ταῖς ἀκροάσεσι σωτηρίας στοχάζονται, οἱ δὲ πρὸς ἀπάτην ὁρῶσι καὶ τὸ παρὰ τῶν διαστραφέντων χρηματίσασθαι. ἡ δὲ διαλεκτικὴ βελτίονα μὲν ἔχει τῆς σοφιστικῆς προαίρεσιν καὶ φιλόσοφον ἔχει τὴν γνῶσιν, <εἰ> καὶ τῶν συνόντων πειραστικός ἐστιν οὐ διδασκαλικός, ὥσπερ ὁ φιλόσοφος. ὁ δέ γε σοφιστὴς εἴδωλόν ἐστιν εἰδώλου· τὴν γὰρ πειραστικὴν μιμεῖται, οὐδ’ αὐτὸ τοῦτο δυνάμενος ποιεῖν. Δείξας οὖν ὁ Ἀπιστοτέλης 〈ἐκ τῆς σοφιστικῆς〉 κἀκ τῆς διαλεκτικῆς κατὰ μίμησιν τῆς φιλοσοφίας περὶ πάντα τὰ ὄντα ἐχουσῶν, ὅτι ἡ φιλοσοφία παντὸς τοῦ ὄντος ᾗ ὅν ἐστι γνωστική, χρῆται καὶ ἄλλῳ τινὶ τοιῷδε ἐπιχειρήματι· πάντες οἵ τε φυσικοὶ καὶ οἱ τούτων ὑπερτέραν θεωρίαν φιλοφρονούμενοι τὰς ἀρχὰς τοῦ ὄντος ἐναντίας ποιοῦσιν. εἶτα τὰς δόξας παρατίθεται τῶν πρεσβυτέρων· οἱ μὲν γὰρ Πυθαγόρειοι περιττὸν καὶ ἄρτιον, Παρμενίδης δὲ πῦρ καὶ γῆν, Πλάτων πέρας καὶ ἄπειρον, Ἐμπεδοκλῆς φιλίαν καὶ νεῖκος· πάντα δὲ ταῦτα καὶ τὰ ἄλλα τὰ ἐναντία εἰς τὸ ἓν καὶ τὸ πλῆ θος ἀνάγεται· ταῦτα δὲ μιᾶς ἐπιστήμης θεωρῆσαι· ὥστε περὶ πάντα ὁ τελέως φιλόσοφος, εἴτε συνωνύμως τὸ ἓν καὶ τὸ ὂν κατὰ πάντων τῶν ὄντων λέγεται, εἴτε, ὅπερ ἐστὶ μᾶλλον ἀληθέστερον, τῶν πολλαχῶς μέν ἐστι λεγομενων, ὡς πρὸς ἓν δὲ καὶ μίαν φύσιν ἀνάγεται τά τε ὑπὸ τὸ ἓν καὶ τὰ ὑπὸ τὰ πολλά. καὶ οὕτως οὔτε χωριστὸν τὸ ἓν τῶν πάντων ὑποτιθέμεθα εἶναι οὔτε ὁμωνύμως αὐτό κατηγορεῖσθαι τῶν πραγμάτων, καὶ ὅλως ὑπὸ μίαν ἐπιστήμην τὰ πάντα τοῦ ἑνὸς καὶ τοῦ ὄντος ἀνάγομεν πάθη. τὰ μὲν γὰρ πρὸς ἓν λέγεται, τὰ δὲ τῷ ἐφεξῆς, ὡς οἱ ἀριθμοὶ καὶ τὰ σχήματα· οὐ γὰρ τοῦ γεωμέτρου περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ τελείου διαλαβεῖν, ἀλλὰ κἄν ὀνομάσῃ ποτὲ ὅμοια τρίγωνα, ἐξ ὑποθέσεως αὐτὰ λαμβάνει κὼ ὁρισμοῦ· ὑποθέμενος γὰρ ὅτι ὅμοιά ἐστι τρίγωνα τὰ ὑπὸ τὰς ἴσας γωνία τὰς πλευρὰς ἔχοντα ἀνάλογον, οὕτως ἀποδείκνυσι τάδε τὰ τρίγωνα ὅμοια· εἴτε δὲ χρὴ τὰ τοιαῦτα ὅμοια καλεῖν εἴτε μή, λέγειν οὐκ ἔχει. Συμπέρασμα δὴ τούτοις ἐπιτίθησι. δι’ οὗ τῆς αὐτῆς ἐπιστήμης εἶναί φησι καὶ πᾶν τὸ ὂν ᾗ ὂν θεωρεῖν καὶ τὰ καθ’ αὑτὰ τούτου πάθη· καὶ προστίθησιν ὅτι καὶ περὶ τοῦ προτέρου καὶ ὑστέρου καὶ περὶ γένους καὶ εἴδους καὶ ὅλου καὶ μέρους ἡ αὐτὴ γνώσεται· πάντα γὰρ ταῦτα ἀντίκειται ἀλλήλοις, τὰ δὲ ἀντικείμενα πάντα τῷ ἑνὶ καὶ τοῖς πολλοῖς περιείληπται, περὶ ἃ δέδεικται προηγουμένως ἔχων ὁ φιλόσοφος. ῥητέον οὖν πάλιν πρὸς αὐτόν, ὡς εἰ τὸ παρὰ τὸ ἓν θάτερον δηλοῖ τῶν ἐναντίων, δεῖ τι πρὸ πάσης ἐναντιώσεως ἕτερον ἓν εἶναι, οὗ πάντα μεθέξει καὶ τὰ τῆς ἑτέρας συστοιχίας, ὃ πάντων |ἔσται ἀρχή. δεῖ γὰρ μὴ ἀπὸ διαιρέσεως ἄρχεσθαι τὰς ἀρχὰς ἀλλ’ ἀπὸ τοῦ ἑνός, ἐπειδή, ὡς εὗ φής, οὐκ ἀγαθὸν πολυκοιρανίη. καὶ γὰρ δὴ καὶ τῶν Πυθαγορείων ἀμείνους οἱ μὴ ἀπὸ τῶν ἀντικειμένων ἀρξάμενοι, προτάξαντες δὲ τῶν δυεῖν στοιχείων ἓν τὸ πάντων ἐξῃρημένον αἴτιον, ᾧ μήτε τι ἀντίκειται μήθ’ ὅλως ἰσοσθενὲς εἶναι βούλεται. καὶ περὶ μὲν τούτων τοσαῦτα καὶ νῦν. Ἐντεῦθεν δὲ ἤδη ὁ Ἀριστοτέλης μέτεισιν ἐπὶ τὸ ζητεῖν, εἰ τὰς τῆς ἀποδείξεως ἀρχὰς ὥσπερ τὰς τῆς οὐσίας ὁ φιλόσοφος ἐπιγνώσεται· καὶ διαρρήδην ἀποφαίνεται τῷ φιλοσόφῳ τὴν τούτων προσήκειν ἐπίσκεψιν. αἱ δὲ κατασκευαὶ τοιαῦται· παντὸς τοῦ ὄντος δι’ αὐτῶν ἀποδείκνυται τὰ καθ’ αὑτὰ συμβεβηκότα. ὥστε ὁ ταῦτα δεικνὺς ἕξει τι πλέον εἰπεῖν περὶ αὐτῶν. ὥσπερ γὰρ εἰ τὰ τοῖς ἀριθμοῖς ὑπάρχοντα μόνα δι’ αὐτῶν ἐγνωρίζομεν, ἀριθμητικῆς ἦν <ἂν> ἡ τούτων θεωρία, ἡ εἰ τὰ τοῖς μεγέθεσι καὶ σχήμασι, γεωμετρίας, οὕτως ἐπειδὴ τὰ τῷ ὄντι παντὶ καθ’ αὐτὰ ὑπάρχοντα δείκνυται δι’ αὐτῶν, ὁ περὶ πᾶν τὸ ὂν ᾗ ὂν ἔχων περὶ αὐτῶν διαλήψεται· καὶ γὰρ μόνος καθολικώτερον αὐτοῖς χρῆται, ἐπεὶ αἱ ἄλλαι τέχναι ἅτε περὶ τὶ ὂν ἔχουσαι καὶ οὐ περὶ πᾶν τὸ ὄν, τὸ πρόσφορον ἑαυταῖς αποδιαλαβοῦσαι δι αὐτοῦ συλλογίζονται, ὁ μὲν γεωμέτρης· τὰ τῷ αὐτῷ μεγέθει ἴσα καὶ 870b ἀλλήλοις ἐστὶν ἴσα, ὁ δὲ ἀριθμητικός· ἐὰν ἀπὸ ἴσων ἀριθμῶν ἴσους ἀφέλῃς, λῇς, οἱ λειπόμενοι ἴσοι. καὶ ἐξ ὧν δὲ μηδεὶς τῶν μαθηματικῶν ἢ τῶν ἄλλων τεχνιτῶν ἐπιχειρεῖ λέγειν περὶ αὐτῶν, λάβοις ἂν ὅτι τῷ φιλοσόφῳ μόνῳ πρέπουσά ἐστιν ἡ περὶ αὐτῶν σκέψις. εἰ δὲ καὶ οἱ περὶ φύσιν δεινοὶ λέγουσί τι πολλάκις περὶ αὐτῶν, ἐξαπατῶντες ἑαυτούς· οἰόμενοι γὰρ μόνα εἶναι τὰ σώματα καὶ αὐτοὶ περὶ πὰν τὸ ὂν ἔχειν οὕτω τι λέγουσι περὶ τῶν ἀξιωμάτων· οὓς ὑπομνήσομεν ὅτι φιλόσοφοι μέν εἰσι καί αὐτοὶ περὶ τὴν φυσικὴν οὐσίαν διατρίβοντες, οὐ μὴν οἱ πρῶτοι. Εἰ δέ τινες ἄλλοι περὶ τῆς τῶν ἀξιωμάτων ἀληθείας ἐπιχειροῦντες λέγειν ἀποδείξεις αὐτῶν προχειρίζονται, δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν αὐτὸ ποιοῦσι· δεῖ γὰρ οὐ ζητεῖν τὸν ὁτιοῦν μαθησόμενον τὰ ἀξιώματα, ἀλλ’ ἥκειν αὐτὰ προειληφότα. εἰ δὲ καὶ οἱ ἄλλοι τεχνῖται τὰς βεβαιοτάτας ἀρχὰς ἴσασι τοῦ γένους περὶ ὃ στρέφονται, πολλῷ δὴ πλέον ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ πάντων τῶν ἀξιωμάτων τὰ βεβαιότατα καὶ ἀρχηγικώτατα κατανενοηκέναι. βεβαιότατον δ’ ἐστὶ περὶ ὃ ἀπατηθῆναι οὐχ οἷόν τε, καὶ ἀρχηγικώτατον εἰς ὃ πάντα ἀναλύεται ὡς εἰς ἀνυπόθετον· ἡ γὰρ ὑπόθεσις ἀρχὴ μὲν ὡς πρὸς τόδε, ἁπλῶς δὲ οὐκ ἀρχὴ ἀλλ’ ἀποδεικτὴ τῷ ἐπαναβεβηκότι. δεῖ δὲ τὴν βεβαιοτάτην καὶ ἀρχηγικωτάτην καὶ ἐναργεστάτην εἶναι, ἵνα μηδεὶς ἀπατᾶται περὶ αὐτήν. ἔστι δὲ τοιαύτη ἡ κατὰ τὴν ἀντίφασιν· οὔτε γὰρ τὸ αὐτὸ τῷ αὐτῷ ἅμα καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ὑπάρχειν δύναται καὶ μὴ ὑπάρχειν· οὔτ’ ἔστιν |οὕτω τις διακείμενος, κἀν ἕνεκα λόγου θέσει παριστῆται, οὔτε φάντα καὶ ἀποφάντα δυνατὸν ἀληθεύειν ἅμα. ὅτι δὲ ἀπατηθῆναι περὶ ταύτην οὐ δυνατὸν τὴν ἀρχήν, δείκνυσιν οὕτως· εἴ τις οἴεται τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, τὰς ἐναντίας ἔχει δόξας ἐν ἑαυτῷ· ἐναντίαι γὰρ αἱ κατὰ ἀντίφασιν δόξαι, ὡς ἐν τῷ τέλει τοῦ περὶ ἑρμηνείας ἐρρήθη. ἀλλὰ μὴν ἀδύνατον ἅμα τἀναντία παρεῖναί τινι, ἀδύνατον ἄρα καὶ ἠπατῆσθαί τινα περὶ ταύτην τὴν ἀρχήν. διὸ καὶ πάντες <οἱ> ὁτιοῦν ἀποδεικνύντες αὐτῇ κέχρηνται· δὲ τῶν Ἡρακλειτείων ἢ τῶν ἄλλων φυσικῶν τινες οἴονται καὶ αὐτοὺς οὕτω δοξάζειν καὶ τὰ πράγματα δέχεσθαι κατὰ ταὐτὸ τὸ ταύτῃ μὴ εἶναι ᾗπερ ἔστι, λόγου μὲν ἕνεκα ποιεῖσθαι αὐτοὺς τὰς τοιαύτας ἀποφάνσεις οἰητέον· ἡμεῖς γὰρ σαφῶς ὑπεμνήσαμεν, ὅτι τὰς ἐναντίας δόξας τῷ αὐτῷ παρεῖναι ἀδύνατον. οὐ μὴν διὰ τοῦτο ἀποδεῖξαι τὴν ἀλήθειαν τοῦ ἀξιώματος ἐπιχειρήσομεν· αὐτὸ γὰρ τοῦτο μεγίστης ἐστὶν ἀμαθίας τεκμήριον, τὸ οἴεσθαι πάντα εἶναι ἀποδεικτά· καὶ γὰρ ὁ τοῦτο λέγων ἀπόδειξιν ἀναιρεῖ, ὥσπερ ὁ αὐτόθεν μηθὲν εἶναι λέγων ἀποδεικτόν. διχῶς γὰρ ἀναιρεῖται τῶν πρατεχνητῶν γμάτων ἕκαστον, ἢ αὐτόθεν ἢ τῶν ἀρχῶν μὴ δοθεισῶν. ὥσπερ οὖν ὁ πάντα γενητὰ φάσκων εἶναι γένεσιν ἀναιρεῖ, μὴ διδοὺς εἶναι τὴν ἀρχὴν τῶν γενητῶν τὸ ἀγένητον, οὕτως ὁ πάντα δείκνυσθαι ἀξιῶν ἀναιρετικός ἐστιν ἀποδείξεως, οὐκ ἐῶν εἷναι τὸ ἀναπόδεικτον, ὅπερ ἐστὶν αἴτιον τοῦ καὶ τὰ μετ᾿ αὐτὸ δείκνυσθαι. εἰ δ᾿ ὅλως ἐστί τι ἀναπόδεικτον, τί ἄν εἴη πρὸ τούτου τοῦ ἀξιώματος, ὅθεν καὶ τοῖς ἄλλοις πᾶσιν ἀναποδείκτοις δύναμις ἐφήκει; <οἷον> ἐὰν ἀπὸ ἴσων ἴσα ἀφέλῃς; τὰ καταλειπόμενά ἐστιν ἴσα· διὰ τί; ὅτι ἐὰν μὴ ἴσα ᾖ, προστεθέντα τὰ ἀφαιρεθέντα ποιεῖ τὰ ὅλα μὴ ἴσα· τοῖς γὰρ μὴ ἴσοις ἡ ἴση προσθήκη τῆς ἐξ ἀρχῆς ἀνισότητος γίγνεται τηρητική· ἔσται οὗν τὰ αὐτὰ ἴσα καὶ οὐκ ἴσα, ὅπερ ἄτοπον. καὶ οὐ λέγω ὅτι ἀπόδειξίς ἐστιν αὕτη, ἀλλ᾿ ὅτι εἰς ἐναργέστερον ἀπάγοντες ἄτοπον τὸν ἐνιστάμενον so τοῖς ἄλλοις ἀξιώμασιν εἰς τὴν ἀντίφασιν καταντᾶν αὐτὸν παρασκευάζομεν. ὅλως δὲ μὴ συγχωρηθέντων αὐτῶν εἶναι ἴσων αὐτῷ τῷ ὑποθέσθαι εἶναι μὴ ἴσα τί ἄλλο ἢ κυροῦμεν τὸ τῆς ἀντιφάσεως ἀξίωμα; καὶ οὐχ ἡμεῖς οἱ ὑποτιθέμενοι, ἀλλ᾿ αὐτὸς ὁ ἐνιστάμενος. τί γὰρ ἂν καὶ ἀξιώσειεν ἡμᾶς ἄλλο ὑποθέσθαι, μὴ συγχωρῶν ἴσα αὐτὰ εἶναι, οὑδὲ πλάσαι δυνατόν, τὰ τῷ αὐτῷ ἴσα. μὴ γὰρ ἀλλ’ εἰ δυνατόν, τὸ αݲ τῷ γݲ ἔστω μὴ ἴσον, ἑκάτερον δὲ αὐτῶν τῷ β. οὐκοῦν ἐπεὶ τὸ αݲ οὐκ ἴσον τῷ γݲ, ἡλίκον δὲ τὸ Υݲ, τηλικοῦτον [δὲ] τὸ βݲ, οὐδὲ τῷ βݲ ἴσον ἔσται τὸ αݲ. ἀλλὰ καὶ ἴσον· τὸ αὐτὸ ἄρα καὶ ἴσον τι καὶ οὐκ ἴσον, ὅπερ ἄτοπον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ὢ ἄλ|λων ἀξιωμάτων ὁ ἔλεγχος κατὰ τῶν ἐνισταμένων διὰ τῆς ἀντιφάσεως, ἐπεὶ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· καὶ πᾶς μὲν γὰρ ἔλεγχος εἰς ἀντίφασιν περιίστησιν, ὁ δὲ τὸ ἀντικείμενον τοῦ ἀληθοῦς ὑποτιθέμενος πολλαχοῦ χρῆται τῇ ἀντιφάσει καὶ ἐναργέστατα. τοῦτο τοίνυν τὸ ἀξίωμα πῶς ἄν ἀποδειχθείη, μηδὲν ἔχον ἑαυτοῦ βεβαιότερον μηδὲ γνωριμώτερον μηδὲ αρχηγικωτερον ; Οὐ μὴν ἀλλ᾿ εἰ καὶ μὴ ἔστιν αὐτὸ δεῖξαι, ἐπειδὴ τὸ ὃ ἄν λάβωμεν εἰς τὴν κατασκευὴν αὐτοῦ, ἢ ἰσοδυναμοῦν αὐτῷ λαμβάνομεν ἢ ἀμυδροτέραν ἔχον γνῶσιν, ὅμως ἔστι τὸν ἐνιστάμενον αὐτῷ περιβάλλειν ἐλέγχῳ, ἐὰν μόνον ἐθέλῃ λόγῳ χρῆσθαι. λεγέτω γὰρ ἡμῖν ἐκεῖνος, εἰ μὴ κατὰ ζῷον ἄλογον ἢ καὶ φυτὸν ἀναίσθητον ἔταξεν ἑαυτόν· ἆρ᾿ οὐχὶ τῶν ὀνομάτων ἕκαστον σημαίνει τι; σημαῖνον δέ τι οὐχὶ ἓν ἢ πολλὰ ὡρισμένα ἢ πάντα σημαίνειν πᾶσα ἀνάγκη; ἀλλ᾿ εἰ μὲν πάντα σημαίνει, οὐδὲν σημαίνει· ὃ γὰρ μηδὲν μᾶλλον τόδε ἢ ὁτιοῦν ἄλλο σημαίνει, οὐδὲν σημαίνει. λείπεται δή, εἴπερ τι σημαίνει, ἢ ἓν ἢ πολλὰ καὶ ὡρισμένα σημαίνειν αὐτό. ἀλλ᾿ εἴτε ἓν εἴτε πολλὰ καὶ ὡρισμένα σημαίνει, ἔστιν ἐφ᾿ ἑκάστῳ τῶν πραγμάτων ἴδιον ὄνομα. εἰ μὲν γὰρ ἓν ἑνός ἐστι σημαντικόν, αὐτόθεν εἰλήφαμεν τὸ ζητούμενον. εἰ δὲ ἓν πολλῶν καὶ ὡρισμένων, ληψόμεθα τῶν πολλῶν ἐκείνων καὶ ὡρισμένων τὰ σημαινόμενα, καὶ ἐφ’ ἑκάστῳ τάξομεν ἴδιον ὄνομα· ὃ γὰρ ἡ διάνοια τῶν ἄλλων δύναται, τοῦτο καὶ δι’ ὀνόματος ἢ λόγου σημήνειεν ἄν· ἓν ἄρα ἑνὸς σημαντικόν, ἐπεὶ κἂν ἓν πολλῶν, οὐ ποιεῖ ἀντίφασιν τοῦτο· ὥστε μάτην ἂν νῦν παραλαμβάνοιτο τὰ ὁμωνύμως λεγόμενα. εἰ τοίνυν ἑνὸς πράγματος οἷον τοῦ ἀνθρώπου ἓν ὄνομα εἴη τὸ ἄνθρωπος σημαντικόν, οὐδὲν ἄλλο ἢ τὸ εἶναι αὐτοῦ σημαίνει· εἰ γὰρ καὶ συμβεβηκὸς αὐτοῦ σημαίνοι, οἷον τὸ λευκὸν ἢ μουσικόν, οὐχ ἓν ἄν ἔτι σημαίνοι, ἀλλ’ ὡς ἂν εἴ τις θεῖτο ἵππῳ καὶ ἀνθρώπῳ ἓν ὄνομα, οὕτως εἰ ἄνθρωπον καὶ λευκὸν ἑνὶ προσερεῖς. . οὐκ ἔστιν ἓν ἑνὶ νέμοντος ἔτι. ὅταν τοίνυν ἄνθρωπον τουτὶ καλῶ, οὐδὲν ἄλλο ἢ ζῷον αὐτὸ πεζὸν δίπουν εἶναι δηλῶ. εἰ ἄρα ἀληθεύω λέγων, ὅτι τοῦτό ἐστιν ἄνθρωπος, ἀνάγκη τοῦτο ζῷον εἶναι πεζὸν δίπουν· ἀλλ’ εἰ ἀνάγκη τοῦτο ζῷον εἶναι πεζὸν δίπουν, ἀδύνατον τοῦτο μὴ εἶναι ζῷον πεζὸν δίπουν· εἰ δὲ ἀδύνατον μὴ εἶναι, ὁ λέγων μὴ εἶναι ψεύσεται· εἰ ἄρα ἀληθὲς εἰπεῖν τοῦτον ἄνθρωπον εἶναι, ψεῦδος εἰπεῖν τοῦτον μὴ εἶναι ἄνθρωπον. ἐφ’ οὗ ἄρα ἡ κατάφασις ἀληθεύει, ἐπὶ τούτου ψευδὴς ἡ ἀπόφασις. ταῦτα λέγοντος Ἀριστοτέλους ἐκπλαγείη μὲν ἄν τις καὶ τὴν ἐπιβολὴν τῆς κατασκευῆς καὶ τὴν ὅλην μεταχείρισιν τοῦ λόγου σὺν ἀγχινοίᾳ πολλῇ καὶ δεινότητι γενομένην· ἐπισημήναιτο δ᾿ ἄν τις, ὅτι τοῖς μὲν ἄλλοις ἀντειπεῖν |οὐκ ἂν ἔχοι ὁ ἐνιστάμενος τῇ ἀποφάσει, ἅπαξ ὑπομείνας λόγον, ἐκείνω δ’ ἄν ἴσως καίπερ ὄν· τι λίαν ἐναργεῖ διαμαχέσαιτο· οὐ γὰρ εἰ ἀνάγκη, φαίη ἄν, τόδε τὸ ζῷον εἶναι πεζὸν δίπουν, ἀδύνατον εὐθὺς μὴ εἶναι· αὐτὸ γὰρ τοῦτό ἐστιν ὃ διατελεῖ λέγων, καὶ τοῦτο εἶναι καὶ τὸ ἀντικείμενον ἕκαστον τῶν πραγμάτων· οὐκοῦν φήσομεν αὐτὸν ἀναιρεῖν τι τῶν κειμένων· οὐκέτι γὰρ ἓν ἑνὸς εἶναι σημαντικόν. ὁ δὲ φαίη ἄν ἓν μὲν ἑνός, οὐ μέντοι παντὸς τοῦ ἑνὸς ἀλλὰ μορίου αὐτοῦ, τοῦ δὲ λοιποῦ τί κωλύει τὸ ἀντικείμενον ; καὶ τοῦτο, εἰ ἕστηκεν ἡ φύσις τῶν πραγμάτων καὶ ὥρισται· εἰ δὲ ῥεῖ καὶ μεταπίπτει ἀεὶ ἕκαστον, ὥσπερ οἱ Ηρακλείτειοι λέγουσιν, οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχει τὰ πράγματα. πρὸς ὃν εἴποιμεν ἂν ὅτι τοὺς μὲν Ἡρακλειτείους, εἴπερ οὕτω διενοοῦντο τῷ λόγῳ, νῦν ἐκποδὼν ποιησόμεθα· οὗτοι γὰρ ἐπιστήσαντες οἷς λέγουσιν οὐδὲ σημαίνειν τι φήσουσι τὰ ὀνόματα· ὡς γὰρ τὸν παραρρέοντα ἀέρα πιέσαι ταῖς χερσὶν οὐκ ἔστιν, οὕτως οὐδὲ τὴν ἀστάτως μεταπίπτουσαν τῶν πραγμάτων φύσιν ἔσιι δηλῶσαι διὰ τῶν ὀνομάτων· διὸ καὶ τὸν Κρατύλον ἱστοροῦσί τινες ἀποσχέσθαι μὲν ὕστερον τῆς χρήσεως τοῦ λόγου, κατανεύειν δὲ μόνον καὶ ἀνανεύειν. Εἰ δ’ ὅλως ἔστι τις ὡρισμένη τῶν πραγμάτων ὑπόστασις, ἔστι καὶ ἐφ’ ἑκάστῳ παντὶ πάντως μία τε ἔννοια καὶ ὄνομα ἕν· εἰ δὲ καὶ μὴ ἢν, πολλῶν μὲν ὀνομάτων ἐδεήθη ἂν ἕκαστον, οὐ μέντοι τοῦ τε τὴν ἕξιν δηλοῦντος καὶ τὴν στέρησιν· τοῦτο γάρ ἐστιν ἀδυνατώτατον· ὡς γὰρ παρούσης ἕξεως ἀδύνατον ἔτι τὴν στέρησιν αὐτῆς ἐνορᾶσθαι τῷ ὑποκειμένῳ, οὕτως ἀμήχανον τὸ αὑτὸ διά τε τοῦ τῆς στερήσεως καὶ διὰ τοῦ τῆς ἕξεως ὀνόματος δηλοῦσθαι κατὰ ταὐτόν· εἰ δὲ τοῦτο, οὐδ’ ἄν διὰ τῆς καταφάσεως καὶ ἀποφάσεως ἑρμηνεύοιτο τὸ αὐτὸ. Πάλιν οὖν ἀναλαβόντες τὸν λόγον οὕτω συνθήσομεν· εἰ σημαίνει τι τὸ ὄνομα, ἕν τι σημαίνει· κἂν γὰρ πλείω καὶ ὡρισμένα, ληφθήσεται τὰ ἕκαστον δηλοῦντα. ἀλλ’ εἰ ἓν σημαίνει, τὸ εἶναι αὐτοῦ σημαίνει, τῷ δὲ εἶναι αὐτοῦ οὐ δήπου σύνεστιν ἡ στέρησις αὐτοῦ ἡ γὰρ ἀπουσία τοῦ εἶναι τὴν στέρησιν ὑφίστησιν)· ὥστε τοῦτο καταφάσει μὲν ἔστιν ἑρμηνεῦσαι, ἀποφάσει δὲ τῇ ἀντικειμένῃ ἀδύνατον, ἐπειδὴ καὶ ἀδύνατον ἕξιν ἅμα καὶ στέρησιν τοῦ αὐτοῦ τῷ αὐτῷ παρεῖναι. εἰ γὰρ ἀληθὲς εἰπεῖν τόδε τι καὶ εἶναι ζῷον καὶ μὴ εἶναι ζῷον, ἔχοι ἂν καὶ τὸ εἶδος τοῦ ζῴου τόδε τι καὶ τὴν στέρησιν τοῦ αὐτοῦ ζῴου· ἀλλὰ μὴν στέρησιν ἔχειν μὴ ἀπολέσαν τὸ εἶδος οὐ δύναται· οὐδ’ ἄρα καταφάσκεσθαι κατὰ ταὐτὸν καὶ ἀποφάσκεσθαι· εἰ γὰρ μηδὲ ἄνθρωπος καὶ λευκὸν κατὰ ταὐτὸν ἀλλὰ κατὰ ἄλλο καὶ ἄλλο, πῶς ἄνθρωπος καὶ οὐκ ἄνθρωπος κατὰ ταὐτόν; ὅμοιον γὰρ ὡς εἴ τις τὸ εἶδος καὶ τὴν στέρησιν τοῦ εἴδους ἓν λέγοι. εἰ δὲ κατ’ ἄλλο μὲν ἄνθρωπος, ὢ κατ’ ἄλλο δὲ οὐκ ἄνθρωπος, οὐκ ἀντίφασις τοῦτο, ἐπεὶ καὶ ὁ Σωκράτης οὐσία μὲν ὡς ἄνθρωπος, οὐκ οὐσία δὲ ὡς πατὴρ ἢ σιμός. Ἀρ’ οὖν ἀπέδειξεν |αὐτὸς περὶ τοῦ τὴν ἀντίφασιν μὴ συναληθεύειν; τοῦτο καὶ πρότερον διεμαρτυράμεθα, ὅτι τοῦτο ἀποδεῖξαι ἀδύνατον· ἀλλὰ τοῦ Ἀριστοτέλους ἐλεγκτικῶς ἐπιχειρήσαντος ἀποδεῖξαι καὶ τὰ μὲν ἄλλα συγχωρούμενα λαβόντος, ἐκεῖνο δὲ ἀληθῶς μὲν εἰληφότος ὅτι εἰ ἀνάγκη εἶναι, ἀδύνατον μὴ εἶναι, οὐχ ἱκανῶς δὲ πρὸς τὸν τὴν ἀντίφασιν λέγοντα συναληθεύειν, ἡμεῖς ὅτι οὐ δύναταί τις ἐνίστασθαι τούτῳ πεπειράμεθα δεῖξαι, ἵνα μὴ εἰς ταὐτὸν τό τε εἶδος ἀπάγῃ καὶ του εἴδους τὴν στέρησιν. τοῦτο δὲ ἀληθὲς μὲν καὶ ἡμεῖς παρελάβομεν, ὅτι μὴ δύναται συνεῖναι τῷ εἴδει ἡ στέρησις· εἰ δὲ τοῦτο, οὐδ’ ἂν ὁ ἄνθρωπος ᾗ ἄνθρωπος οὐκ ἄνθρωπος εἴη· οὐ μέντοι ἐπίσης ἐναργὲς τῷ τῆς ἀντιφάσεως ἀξιώματι· ὥστε κρατεῖν τὸ τοῦ Θεοφράστου, ὃς ἀγνωμονεστάτους εἶναί φησι καὶ βιαιοτάτους τοὺς ἀναγκάζοντας λόγον ὑπέχειν τούτου τοῦ ἀξιώματος· αὐτόθεν γὰρ (0) τούτῳ ἐνιστάμενος λόγου χρείαν ἀναιρεῖ καὶ ἀποδείξεως. εἰ γὰρ μηδὲν μᾶλλον τόδε ἢ τὸ ἀντικείμενον, τίς ἦν χρεία καὶ λόγου καὶ κατασκευῆς καὶ συμπεράσματος ; τίς δὲ ὁ καρπὸς ταύτης πάσης τῆς πραγματείας, ὅταν ὁ πειρώμενος αὐτῷ παρίστασθαι τῶν ἡττόνων αὐτοῦ τι πρὸς ἐνάργειαν εἰς κατασκευὴν αὐτοῦ παραλαμβάνειν ἀναγκάζηται; Δείξας δ’ οὖν ὁ Ἀριστοτέλης, ὅτι τῆς καταφάσεως ἀληθευούσης τὴν ἀπόφασιν ἀληθεύειν οὐχ οἷόν τε, παραπλησίως, φησίν, ἀποδειχθήσεται καὶ ὅτι τῆς ἀποφάσεως ἀληθευούσης οὐδέποτε ἡ κατάφασις ἀληθεύει· εἰ γὰρ ἀληθὲς εἰπεῖν ὅτι τοῦτο ζῷον οὐκ ἔστιν, ἀδύνατον τοῦτο ζῶον εἶναι· εἰ ἀδύνατον τοῦτο ζῷον εἶναι, ἀνάγκη τοῦτο ζῷον μὴ εἶναι· εἰ δὲ ἀνάγκη τοῦτο ζῷον μὴ εἶναι, ψεύσεται ὁ λέγων αὐτὸ ζῷον εἶναι. εἰ ἄρα ἀληθεύει ἡ ἀπόφασις, ψεύσεται ἡ κατάφασις. οὕτω δὲ μεταχειρισάμενος τὴν ἀπόδειξιν ὁ Ἀριστοτέλης καὶ δῆλον ὅτι δυνάμενος καὶ τὰς ἄλλας δύο ὑποθέσεις ὁμοίως μετελθεῖν εἰ γὰρ ψεύσεται ἡ κατάφασις, ἀληθεύσει ἡ ἀπόφασις ***,συνεῖδεν ὅτι ποτὲ διὰ πανουργίαν ὁ ἐνιστάμενος τῷ ἀξιώματι τῆς ἀντιφάσεως οὐ δώσει τὸ ἕτερον ἀφωρισμένως ἀληθὲς εἶναι ἢ ψεῦδος, ἵνα μὴ ἀποδειχθῇ θάτερον μόριον τῆς ἀντιφάσεως ἔχον ἀντικειμένως, ἀλλ’ ἐρωτώμενος· ‘τοῦτο ζῷόν ἐστιν ἢ οὔ;’ ἀποκρινεῖται, ὅτι καὶ ζῷον καὶ οὐ ζῷον· ‘τοῦτο ἄνθρωπός ἐστιν ἢ οὔ;’ ὁ δὲ φήσει· καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος. τότε οὖν ἐροῦμεν πρὸς αὐτόν, φησί, πρῶτον μὲν ὅτι τὰ ζητούμενα προλαμβάνεις, ἔπειτα συγχεῖς τὰ τῆς διαλεκτικῆς καθήκοντα· ἓν γάρ μου προτείναντος οὐ περὶ αὐτοῦ ποιῇ τὴν ἀπόκρισιν, ἀλλὰ προστίθης ἄλλο τι. εἰ γὰρ καὶ συγχωρήσειέ τις τὸν ἄνθρωπον καὶ μὴ ἄνθρωπον εἶναι δύναται γὰρ κατά τι τῶν συμβεβηκότων αὐτῷ εἶναι μὴ ἄνθρωπος), ὅμως ἡ ἐρώτησις περὶ ἑνὸς γέγονεν. ὥσπερ οὖν εἰ ἐρομένου μου εἰ Σωκράτης ἄνθρωπός ἐστι, λέγοις· ‘καὶ ἄν|θρωπος καὶ σιμὸς καὶ Ἀθηναῖος εἶπον ἄν σοι· ‘τὸ ἓν ἤρκει τὸ πρῶτον· εἰ δὲ τῶν συμβεβηκότων αὐτῷ βούλει ποιήσασθαι τὴν ἀπαρίθμησιν, ὥρα σοι πάντα διιέναι τοῦτό τε ποιοῦντι πάντα μᾶλλον ἢ διαλεκτικὴν συνουσίαν ἀποπληροῦν᾿ οὕτω καὶ τὸ οὐκ ἄνθρωπός σοι προστιθέντι καιρὸς ἀκούειν ὅτι περιεργοτέρα γέγονεν ἡ ἀπόκρισις ἢ Επὶ τούτοις χρῆται καὶ τοιῷδε ἐπιχειρήματι κατ’ αὐτῶν ὁ Ἀριστοτέλης· οὐσίαν καὶ τὸ τί ἐστιν ἐοίκασιν ἀναιρεῖν ἐκ τῶν κατηγορουμένων ὅρων οἱ εἶναι καὶ μὴ εἶναι τὸ αὐτὸ λέγοντες. εἴπερ γὰρ ὅλως δύναταί τι καὶ εἶναι καὶ μὴ εἶναι τὸ αὐτό, ἐπὶ συμβεβηκότων γένοιτ’ ἂν τοῦτό ποτε, ἐπὶ δὲ οὐσιῶν ἀμήχανον. τὸ γὰρ ἐνδεχόμενον ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν συμβέβηκεν αὐτῷ, καίτοι οὐδὲ αὐτὸ ἀντικειμένως· οὐ γὰρ ὅτε ὑπάρχει οὐδ’ ὡς ὑπάρχει, τότε καὶ τοῦτον οὐχ ὑπάρχει τὸν τρόπον· ἀλλ’ ὅμως ἐπειδὴ ποτὲ μὲν ὑπάρχει ποτὲ δὲ οὐχ ὑπάρχει, μᾶλλον ἐπὶ τῆς τῶν συμβεβηκότων κατηγορίας ἔχει χώραν ἡ ἀντίφασις ἢ ἐπὶ τῆς τῶν καθ’ αὑτὰ καὶ κατ’ οὐσίαν ὑπαρχόντων. εἰ τοίνυν οὐσίαν ἐκ κατηγορουμένων ἀναιροῦσι, καὶ τὴν ἄμεσον ἀναιροῦσι πρότασιν, ἣν καθόλου καλεῖ καὶ ἐν τούτοις καὶ ἐν τοῖς Ἀποδεικτικοῖς· οὐσίαν δὲ καὶ ἄμεσον πρότασιν ἀναιροῦντες κατὰ συμβεβηκός τε τὰς κατηγορίας ποιοῦνται, καὶ ταύτας ἐπ’ ἄπειρον. ἀλλ’ ἀδύνατον. διχῶς γὰρ τὰ συμβεβηκότα κατηγορεῖται· ἡ γὰρ οὐσίας συμβεβηκός, ὡς ὅταν λέγωμεν· ‘Σωκράτης μουσικός ἐστιν᾿ ἢ συμβεβηκός, ὡς ὅταν λέγωμεν· ‘τὸ λευκὸν μουσικόν ἐστιν᾿ ὅτι τῷ αὐτῷ παιδαρίῳ συμβέβηκεν ἀμφότερα. τοῦτο μὲν οὖν ἐκποδὼν ἡμῖν ἔστω, ἐπεὶ μηδὲ πρόκειταί τι περὶ τούτου σκοπεῖν. τὸ δὲ ἕτερον οὐχ ἕξει πλείω δυεῖν συμβεβηκότων ἐν τῇ <αὐτῇ> κατηγορίᾳ· ἐὰν μὲν γὰρ εἴπω· ‘Σωκράτης ἐστιν; ἓν ἑνός· ἐὰν δὲ αὐξῆσαι θελήσω, τὴν πρότασιν ποιῶ· ‘Σωκράτης ἄριστος ἰατρός ἐστιν.’ ἐπὶ πλέον δὲ ἐκτείνειν οὐκ ἔστιν· οὐ γὰρ ἔτι μένει μία ἡ πρότασις. εἰ τοίνυν ἀντιφάσεως μὲν συναληθευούσης ἄμεσος οὐκ ἔστι πρότασις ἐπεὶ μηδὲ ὅλως καθ’ αὑτὸ ἕτερον ἑτέρῳ ὑπάρξει), ἀμέσου δὲ μὴ οὔσης προτάσεως ἐπ’ ἄπειρον αἱ κατηγορίαι τῶν συμβεβηκότων· εἰ γάρ τις λέγοι· ‘Σωκράτης ἰατρός᾿, ἐρωτῶ διὰ τί; ὁ δὲ λέγει μοι οὐ τῶν καθ’ αὑτό τι ὑπαρχόντων τῷ ἰατρῷ οὐ γὰρ ἔστι ταῦτα), ἀλλ’ ὅτι λευκός, εἰ τύχοι· εἶτα κἀγώ· διὰ τί τοι τοῦτο; —εἰς ἄπειρον ἀνάγκη μὴ ἵστασθαι τἀς κατηγορίας τῶν συμβεκηκότων. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· πλείω γὰρ δυοῖν οὐ πέφυκε κατηγορεῖσθαι τῆς οὐσίας· οὐκ ἄρα συναληθεύσει ὢ ποτὲ ἡ ἀντίφασις. τί οὖν κωλύει, φαίη τις ἄν, πλείω μὲν δυοῖν ἐν μιᾷ προτάσει κατηγορεῖσθαι τῆς οὐσίας συμβεβηκότα, πολλὰ δὲ καὶ ἄπειρα κατὰ πᾶσαν τὴν ἀπόδειξιν; ἢ ὅτι πᾶσα ἀπόδειξις ὁρισμός ἐστι μετατεθειμένου τοῦ μέσου, καθὰ πολλαχοῦ δείκνυσιν Ἀριστοτέλης, ὁ δὲ ὁρισμὸς ἄμεσος πρότασις ἢ ὅλως πρότασις μετὰ τοῦ ὁριστοῦ· ὥστε πάλιν ἐν μιᾷ προτάσει πλείω τῶν δύο κατηγοροῖτο ἂν τῆς οὐσίας συμβεβηκότα. ταῦτα μὲν ἐπὶ τοσοῦτον. Δείξας δὲ ὁ Ἀριστοτέλης ὅτι τὰ καθ᾿ αὑτὰ μὲν ὑπάρχοντα καὶ τὰ κατ’ οὐσίαν κατηγορούμενα πειρῶνται διαγράφειν οἱ τὴν ἀντίφασιν λέγοντες συναληθεύειν, μόνας δὲ τἀς διὰ τῶν συμβεβηκότων ἐῶσι κατηγορίας, δείκνυσιν ἐφεξῆς ὅτι τὴν ὕλην ἐοίκασιν οἱ αὐτοὶ οὗτοι περιφαντάζεσθαι, ἀλλ’ οὐχὶ τὰ εἰδοπεποιημένα καὶ ὅρον καὶ βεβαιότητα παρὰ τῆς φύσεως ὑποδεξάμενα, πάνυ δαιμονίως καὶ φιλοσόφως τὸ ἄστατον αὐτῶν καὶ ἀβέβαιον τῆς δόξης ἀπεστράφθαι πρότερον μὲν τὰς οὐσίας, νυνὶ δὲ τὰ εἴδη διισχυριζόμενος. καὶ γὰρ τῷ ὄντι μᾶλλον ἡ ὕλη δόξειεν ἂν ἐπιδέχεσθαι τὴν ἀντίφασιν ἢ ἄλλο τι τῶν ὄντων· δυνάμει μὲν γάρ ἐστι πάντα, ἐνεργείᾳ δὲ οὐδέν· ὥστε καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, καὶ ἵππος καὶ οὐχ ἵππος, καὶ ἕκαστον καὶ οὐχ ἕκαστον. οὐ μὴν οὐδ’ ἡ ὕλη κατά γε τὸ ἀληθέστατον δέχεται τὴν ἀντίφασιν ἅμα· κὰτ ἄλλο γάρ ἐστιν ἄνθρωπος, ὅτι πέφυκε, καὶ κατ’ ἄλλο οὐκ ἄνθρωπος, ὅτι συμβέβηκεν αὐτῇ πρὸ τῆς τοῦ εἴδους παρουσίας ἡ στέρησις. ἀλλ’ ὅμως μᾶλλον ἐπὶ τῆς ὕλης ἢ ἐπὶ ἄλλων τινῶν χώραιν ἡ ἀντίφασις ἔχει, ὥσπερ ἐπὶ τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων ἢ τῶν κατ’ οὐσίαν ὑπαρχόντων. Πῶς οὖν ἐπὶ ταύτην ὑποφέρονται τὴν δόξαν; εἰ μὲν τὸ Πρωταγόρου λέγοιεν ῾ἅπαν ὅπερ ἄν φαίνηται ὁτῳοῦν, τοῦτο καὶ ἔστιν᾿, αὐτόθεν πάντα ἐροῦσιν ἐν πᾶσιν εἶναι, καὶ τὸ τοῦ Ἀναξαγόρου κρατεῖ παρ’ αὐτοῖς· “ὁμοῦ πάντα χρήματα”· εἰ γὰρ τὸ αὐτὸ λευκὸν καὶ ὠχρὸν καὶ μέλαν, ἐπειδὴ ἄλλῳ ἀλλοῖον φαίνεται, δέχεται δὲ τὰς ἀποφάσεις τὰς τούτων, τὸ αὐτὸ πάντα ἔσται· τοῦτο δὲ ἡ ὕλη τῶν ὄντων. εἰ δὲ λέγοιεν ὅτι καθ’ οὗ μὲν θάτερον μόριον, καὶ θάτερον, οὐ κατὰ πάντα δὲ θάτερον, ἀναγκάζονται καὶ οὕτω πᾶσαν ἀντίφασιν ἑκάστῳ νέμειν. εἰ γὰρ ὁ ἄνθρωπος οὐκ ἄνθρωπός ἐστι, πολλῷ πλέον οὐ τριήρης, οὐ τοῖχος, οὐ σίδηρος· αἰ γὰρ τῶν ἄλλων ἀπο- φάσεις μᾶλλον αὐτῷ προσήκουσι τῆς αὐτοῦ. ὥστε εἰ τὴν ἑαυτοῦ δέχεται, καὶ τὰς τῶν ἄλλων δέξεται. εἰ δὲ καθ’ οὗ αἱ ἀποφάσεις, κατὰ τούτου καὶ αἷ καταφάσεις, πάντα <τε> ἔσται ὁ ἄνθρωπος πασῶν ἐπ’ αὐτοῦ τῶν ἀληθευουσῶν καὶ οὐδὲν διὰ τὸ τὰς ἀποφάσεις ἁρμόζειν αὐτῷ τὰς πάντων· ὥστε πάλιν τὸ τοῦ Ἀναξαγόρου κρατῆσαι “πάντα ὁμοῦ χρήματα,” κἀκείνου τοῦτο διὰ τὴν τῆς ὕλης φαντασίαν οὕτως ἀποφθεγξαμένου. ἔτι δέ φησιν ἀναγκάζεσθαι τοὺς αὐτοὺς ἄνδρας |καὶ πρὸς τὸ ἕτερον ἵστασθαι 874a τῶν τῆς ἀντιφάσεως ἀξιωμάτων. εἰ γὰρ ἐφ’ οὗ ἡ κατάφασις, ἐπὶ τούτου καὶ ἡ ἀπόφασις, ἀνάγκη λέγειν αὐτοῖς μηδ’ ἐπὶ παντὸς θάτερον μόριον τῆς ἀντιφάσεως πεφυκέναι λέγεσθαι· εἰ γὰρ ὁ αὐτὸς ἄνθρωπός ἐστι καὶ οὐκ ἄνθρωπός ἐστι, καὶ αἱ τούτων ἀποφάσεις, εἴτε δύο εἶεν αὗται εἴτε μία· τούτων δὲ ἀποφάσεις, ὡς μὲν μία, οὔτε ἄνθρωπός ἐστιν οὔτε οὐκ ἄνθρωπός ἐστιν · ὡς δὲ δύο· ἄνθρωπος οὐκ ἔστιν, οὐκ ἄνθρωπος οὐκ ἔστιν. ὁποτέρως δ’ ἂν κρατῇ, οὔτε ὁ ἄνθρωπος ἐπ’ αὐτοῦ, ἐπειδὴ ἄνθρωπος οὐκ ἔστιν, οὔτε ὁ οὐκ ἄνθρωπος, ἐπειδὴ οὐκ ἄνθρωπος οὐκ ἔστι. Σχεδὸν οὖν ἐνταῦθα τὸ Πρωταγόρειον πάθος ὁ λόγος ὑπέμενινε. κἀκεῖνος γὰρ πᾶσαν δόξαν βεβαίαν εἶναι καὶ ἀληθῆ διισχυρισάμενος οὐδὲν ἧττον πᾶσαν ψευδῆ λέγειν ἀναγκάζεται διὰ τοὺς ἀντιφάσκοντα ἀλλήλοις. πάντες δὲ οὗτοι τὸν ὅρον τῶν πραγμάτων καὶ τὴν βεβαιότητα σαλεύειν ἐπιχειρήσαντες ἑαυτοῖς περιετράπησαν. οὐ μὴν οὐδὲ ταὐτ’ Ἀριστοτέλης ἐπιτρέψει. πειρᾶται δὲ προσαναγκάζειν αὐτοὺς ἢ ὅρον τινὰ καταλιπεῖν ἐν τοῖς πράγμασι καὶ μὴ πάντων ἀταξίαν καὶ ἀοριστίαν καταγινώσκειν, ἡ μηδὲ αὑτοὺς λογικοὺς ἢ ὅλως αἰσθητικοὺς εἶναι νομίζειν. ἐρωτᾷ γὰρ αὐτούς, πότερον ἕκαστον τῶν ὄντων πάσας δέχεται τὰς ἀντιφάσεις ἡ οὔ, ἀλλὰ τάσδε μὲν τάδε ἄλλας δὲ ἄλλα; εἰ μὲν γὰρ μὴ ἕκαστον πάσας, ἤδη ἄν τις ὅρος ἐν τοῖς πράγμασι φαίνοιτο· αὐτὸ γὰρ τοῦτο, τὸ τάδε μὲν εἶναι ἐν τοῖσδε τάδε δὲ μὴ εἶναι, ἰδιότητός ἐστιν ἀφωρισμένης. καὶ εἰ μὴ πᾶσαι δὲ αἱ καταφάσεις, ἀλλ’ αἱ ἀποφάσεις πᾶσαι κατὰ τοῦ αὐτοῦ, εὑρεθείη ἄν τι βέβαιον ἐν αὐτοῖς μὴ ὄν. καίτοι γελοιότατόν ἐστι στερήσει μὲν βεβαιότητα διδόναι, εἴδει δὲ μὴ διδόναι· τοῦτο δὲ συμβαίνει, ἐὰν πᾶσαν μὲν κατάφασιν σὺν τῇ ἀποφάσει λέγωσι παρεῖναι, μὴ πάσῃ δὲ ἀποφάσει συνεῖναι κατάφασιν· πῶς γὰρ οὐκ ἄτοπον τὴν ἀπόφασιν βεβαιοτέραν εἶναι καὶ ἀμικτοτέραν καὶ γνωριμωτέραν τῆς καταφάσεως; ἀλλ’ ὅμως διδόασί τε καὶ ὥρισται εἴτε στέρησις εἴθ’ ὅ τι ποιέ. ἂν δὲ κατὰ ταὐτοῦ καὶ τὰς καταφάσεις πάσας ἀληθεύεσθαι λέγωσι καὶ τὰς ἀποφάσεις, ἐρωτητέον αὐτούς, εἰ καὶ καθ’ αὑτὴν ἑκατέρα λεγομένη ἀληθεύει, οἷον· ῾ἔστι τουτὶ ἄνθρωπος᾿ καὶ πάλιν· ῾οὐκ ἔστι τουτὶ ἄνθρωπος,’ ἡ καθ’ ἑαυτὴν μὲν οὐδετέρα τούτων ἀληθεύει, τὸ συναμφότερον δὲ μόνως ποιεῖ τὴν ἀλήθειαν· ῾ἔστιν ἄνθρωπος, οὐκ ἔστιν ἄνθρωπος᾿. ὁπότερον γὰρ ἂν ἕλωνται, κἄν κοινῇ τῶν διαιρέσεων ἑκατέραν κἀν ἰδίᾳ. συμβήσεται ἄτοπα. εἴτε γὰρ μὴ ἀληθεύουσιν ἰδίᾳ λεγόμεναι, πρῶτον μὲν οὐδὲν σημαίνουσι· κατάφασις γὰρ μὴ ἀληθεύουσα ἢ ψευδομένη σημαίνει οὐδέν. ἔπειτα ὢ οὐδὲ ἔστα· τι ἐν τοῖς πράγμασιν, εἴπερ μήτε καταφῆσαι ἔστι περί τινος αὐτῶν |ἰδίᾳ. μήτε ἀποφῆσαι. εἰ δὲ μὴ ἔστι τι, οὐδ’ ἄνθρωπος, εἴπερ γάρ τι τῶν ὄντων ὁ ἄνθρωπος. ὥστε οὐδὲ τὸ φθεγξόμενον οὐδὲ τὸ βαδίζον ἀνθρώπου μὴ ὄντος. Ἔτι δὲ τοῦδε παραδοξότερον τὸ πάλιν ἕκαστον πάντα ἓν ἀναφαίνεσθαι· εἰ γὰρ ταὐτὸν ἄνθρωπος καὶ οὐκ ἄνθρωπος καὶ τοῖχος καὶ οὐ τοῖχος, πάντα ἂν εἴη ἅμα· καὶ οὐδὲν ἄρα ἔσται καὶ πάντα ἕν, εἴπερ ἰδίᾳ μὲν αἱ καταφάσεις μηδὲν σημαίνοιεν μηδ’ αἱ ἀποφάσεις, συναφθεῖσαι δὲ ἀλλήλαις μόνως ἀληθεύοιεν. εἰ δὲ καὶ διαιροῖεν αὐτὰς ἀπ’ ἀλλήλων καὶ λέγοιεν ἀληθεύειν, καὶ πάντα ἂν εἴη τὸ αὐτὸ διὰ τὰς καταφάσεις καὶ οὐδὲν διὰ τὰς ἀποφάσεις. ὥστε τοῦτο μὲν κοινὸν τῶν δύο ὑποθέσεων· ἴδιον δὲ τῆς μὲν τὸ τὰς καταφάσεις καὶ τὰς ἀποφάσεις διαιρουμένας λέγειν μηδὲν σημαίνειν, τῆς δὲ τὸ πάντας λέγειν ἀληθεύειν καὶ πάντας ψεύδεσθαι· εἰ γὰρ πᾶσα κατάφασις ἀληθὴς καὶ πᾶσα ἀπόφασις ἀληθής, (6) ὁτιοῦν λέγων ἀληθεύει μὲν δι’ ὃ λέγει, ψεύδεται δὲ ὅτι καὶ τὸ ἀντικείμενον αὐτῷ ἀληθές ἐστιν · ὥστε καὶ αὐτὸς ἑαυτὸν ὁμολογεῖ ψεύδεσθαι. εἰ γὰρ λέγοι τόδε εἶναι ἄνθρωπον, ὁμολογοῖ δὲ αὐτὸ εἶναι καὶ μὴ ἄνθρωπον, ὁμολογεῖ καὶ ἑαυτὸν ἐψεῦσθαι, ὅτε τὸν μὴ ἄνθρωπον ἄνθρωπον ἔλεγεν ἀφωρισμένως. καὶ δῆλον εἶναί φησιν ὁ Ἀριστοτέλης, ὅτι ὁ τοιοῦτος ἀνεπιτήδειος εἰς λόγων κοινωνίαν. ἑαυτῷ γὰρ παρὰ πόδας ἀντιφάσκει ἀναιρῶν ἃ τίθησι, καὶ πάλιν καὶ τὴν ἀντίφασιν αὐτὴν ἀναιρῶν, ἵνα μηδὲν ὡρισμένον ἀπολίπῃ, οὕτως ἑαυτὸν εἰς τὸ ἀόριστον καὶ σκοτεινὸν καὶ ἄτακτον καὶ ἄγνωστον συνελαύνει. ὅμως ἐρωτᾶ πάλιν αὐτούς· ἄρα ὁ μὲν διακεῖσθαι νομίζων τοιώσδε τὸ ὑποκείμενον οἷον τεθερμάνθαι ψεύδεται, ὁμοίως καὶ ὁ μὴ τεθερμάνθαι, ὁ δὲ τὸ συναμφότερον καὶ οἰόμενος καὶ φθεγγόμενος οὗτος ἀληθεύει; εἰ γὰρ μηδ’ οὗτος ἀληθεύει, πῶς ἔτι φασὶ τοιαύτην εἶναι τῶν πραγμάτων τὴν φύσιν, ὡς οὕτω τε καὶ μὴ οὕτως ἔχειν; ἀλλ’ ἆρα οὐδέτεροι μὲν ἀληθεύουσιν, ἵνα μὴ σὺν τῇ ἀληθείᾳ τὸ ὡρισμένον εἰς τὰ πράγματα παρέλθῃ, μᾶλλον μὴν ὁ τὸ συναμφότερον λέγων ἢ ὁ τὸ μόριον τῆς ἀντιφάσεως ; εἰ γὰρ τοῦτο, ἤδη ἄν τι φαίνοιτο ἐν τοῖς πράγμασιν ἀφωρισμένον, <οὖ> ὁ μὲν ἐγγυτέρω χωρῶν μᾶλλον ἀληθεύειν λέγεται, ὁ δὲ ἀποπεπτωκὼς μάλιστα διεψεῦσθαι. εἰ δὲ τολμῷεν ἅπαντας ὁμοίως μὲν ἀληθεύειν ὁμοίως δὲ ψεύδεσθαι φάσκειν, ἀναιροῦσι λοιπὸν καὶ λόγον καὶ διδασκαλίαν καὶ ἀπόδειξιν· εἰ δὲ καὶ οὕτως ὑπολαμβάνοιεν, οὕτ’ ἄν ἄνθρωποι λοιπὸν οὔθ’ ὅλως αἰσθητικοὶ φαίνοιντο, τὸν φυτῶν δὲ βίον ἄν διαζῷεν. Ἀλλ᾿ ἴσως διακεῖσθαι μὲν οὕτως ἀδυνατον, ὡς αἱ ὁρμαὶ καὶ πράξεις δεικνύουσι, τρεχόντων γὰρ εἰς Μέγαρα τούτων, εἰ τῆς Μεγαρέων δέονται βουλῆς, φυλαττομένων δέ τι φρέαρ ἀλλ’ οὐχὶ νομιζόντων αὐτὸ καὶ μὴ φρέαρ εἶναι, καὶ ὅλως φάραγ,γας, κρημνοὺς, πάντα τὰ φθαρτικὰ περιισταμένων ἀλλ’ οὐχὶ νομιζόντων αὐτὰ καὶ σωστικὰ εἶναι, ὥσπερ αὖ πάλιν ἐπιδιωκόντων τὰ σωστικὰ ἀλλ’ οὐχὶ φευγόντων ὡς καὶ φθορᾶς αἴτια. ὡς δῆλον ἐκ τούτων ἅπασι γίγνεσθαι, ὅτι οὐδ’ οἱ ἐφεκτικοὶ κληθέντες ὕστερον οὐδ’ οἱ πρὸ Ἀριστοτέλους τούσδε χορηγοῦντες τοὺς λόγους περὶ παντὸς ἐπεῖχον ἢ τὰ ἀντικείμενα ἐδόξαζον, ἀλλὰ περὶ ἐνίων ἀναμφισβητήτως καὶ ἀδιστάκτως εἶχον, καὶ μάλιστα περὶ τὸ ἄμεινον καὶ χεῖρον, ἴσως δὲ οὐ δι’ ἐπιστήμην ἀλλὰ διὰ δόξαν ὀρθήν. διὸ καὶ μᾶλλον ὤφειλον ἑαυτῶν ἐπιμεληθῆναι ὡς οὔπω τὸ τέλειον ἐχόντων πρὸς ἀλήθειαν· ὡς γὰρ ὁ νοσώδης προσεκτικώτερος εἶναι τοῦ ὑγιαίνοντος ὀφείλει περὶ τὰ ὑγιεινά, εἰ μέλλοι ποτὲ παύσασθαι τῆς παρὰ φύσιν διαθέσεως, οὕτως ὁ μήπω κτησάμενος ἐπιστήμην συντείνειν ἑαυτόν ἐστι δίκαιος πρὸς τὴν κτῆσιν αὐτῆς, ἵνα γένηταί ποτε ἀληθευτικός. Ἐπιχειρεῖ δὲ καὶ οὕτω πρὸς τοὺς πάντα ψευδῆ λέγοντας εἶναι. ἔστω, φησί; πάντα ψευδῆ, ἆρα καὶ ὁμοίως πάντα ψευδῆ; καὶ ὁ τὰ δύο λέγων ἄρτια τῷ τὰ τρία λέγοντι ἄρτια ὁμοίως ψεύδεται, ἢ ὁ τὰ τέσσαρα λέγων εἶναι πέντε τῷ χίλια εἰπόντι παραπλησίως ἐξαμαρτάνει ; ἡ ἐπὶ μὲν τοῦ προτέρου ὁ μὲν ἀληθεύει ὁ δὲ ψεύδεται, ἐπὶ δὲ τοῦ δευτέρου ὁ μὲν ὀλίγον ὁ δὲ πολὺ παρορᾷ; ἀλλ’ ὅμως ψευδέσθωσαν μὲν πάντες διὰ τὴν ὑπόθεσιν, ἀλλ’ ἆρα οὐκ ἂν τὸν μὲν ἧττον τὸν δὲ μᾶλλον ἀπεσφάλθαι λέγοι τις ἄν αὐτοῦ τἀληθοῦς ; καὶ μὴν εἰ τοῦτο συγχωρηθείη, τότ’ ἤδη εἶπέν τι ὡς ἀληθές, οὗ ὁ μὲν ἧττον ὁ δὲ μᾶλλον ἀποπέπτωκεν. εἰ δέ τις μηδὲ τοῦτον ἡμῶν τὸν τρόπον κατασκευαζόντων εἶναι τὸ ἀληθὲς ἀνέχοιτο, ἀλλ’ ἐκεῖνό γε ἄν κερδάναιμεν ἐκ τοῦ λόγου, τὸ μὴ ὁμοίως πάντα πρὸς ἀλήθειαν ἢ πρὸς ψεῦδος ἔχειν, ᾧ τὸ μηδὲν ὡρίσθαι παρείπετο. διὸ τῆς ἄγαν ἀκράτου παραφροσύνης ἀπαλλαγέντες ἀμυδρὸν μὲν εἰσδέξασθαι τῶν πραγμάτων ὅρον αὐτοὺς ἠναγκάσαμεν, ὅμως δὲ γέγονέ τι τῶν προὔργου καὶ διὰ ταύτης τῆς ἐρωτήσεως. ταυτὶ δὲ λέγοντος τοῦ Ἀριστοτέλους καὶ διὰ τοῦ μᾶλλον ἀληθοῦς τὸ εἶναι αὐτὸ τἀληθὲς ἐπιχειροῦντος δεικνύναι, θαυμάζω μὲν τῆς ἀγχινοίας καὶ τῆς ἀποδεικτικῆς ἐπιστήμης τὸν ἄνδρα, ἠβουλόμην δὲ καὶ περὶ κύκλου καὶ ἴσου καὶ τῶν παραπλησίων τὰς αὐτὰς ἀφιέναι φωνὰς τὸν φιλόσοφον· εἰ γὰρ ὁ ἐν οὐρανῷ κύκλος καὶ μᾶλλον ἴσον, εἴη ἂν καὶ αὐτοκύκλος καὶ τὸ αὐτοΐσον. ἀλλὰ ταῦτα μὲν καὶ εἰς ἑτέραν ὑπερτεθείσθω σχολήν. Πάλιν δὲ ὁ Ἀριστοτέλης εἰς ταὐτὸν ἄγει τὴν Πρωταγόρου δόξαν τοῖς τὰ μόρια τῆς ἀντιφάσεως συναληθεύειν λέγουσι. δεῖ δὲ ἐπιστῆσαι, μήποτε τούτοις μὲν καὶ ἡ Πρωταγόρου δόξα καὶ πᾶσα |παραφορὰ παρέπεται ἅτε σύγχυσιν ἐργαζομένοις τῶν ὅλων, Πρωταγόρᾳ δὲ οὐχ ἕπεται τὸ κατὰ τὴν ἀντίφασιν ἁμάρτημα· εἰ μὲν γὰρ τῷ αὐτῷ καὶ γλυκὺ τὸ αὐτὸ καὶ οὐ γλυκὺ ἔλεγεν εἶναι, σαφῶς περιέπιπτε τῷ κατὰ τὴν ἀντίφασιν ἁμαρτήματι· εἰ δὲ τῶδε μὲν <μὴ> γλυκύ φησιν αὐτὸ εἶναι τῷδε δὲ γλυκὺ καὶ ὅλως τὴν ἀλήθειαν καὶ τὰ πάντα εἶναι πρός τι, οὐκ ἄν ἴσως τὸ κατὰ τὴν ἀντίφασιν ἀξίωμα συνταράττοι. ἔστωσαν δύο οἱ δοκοῦντες ἀντιφάσκειν καὶ ὁ μὲν λεγέτω καὶ νομιζέτω τοῦτ’ εἶναι λευκόν, ὁ δὲ μὴ εἶναι λευκόν· ἐπιστὰς αὐτοῖς ὁ Πρωταγόρας ἐρεῖ δηλονότι ταυτὶ μὴ μάχεσθαι πρὸς ἄλληλα, ἑκάτερον γὰρ αὐτῶν ἀληθεύειν, καὶ εἶναι τούτῳ μὲν λευκὸν τὸ ὑποκείμενον τούτῳ δὲ οὐ λευκόν, ταῦτα δὲ οὐκ ἀντίφασιν εἶναι, ὥσπερ οὐδ’ εἰ τὸν ὀκτὼ διπλάσιόν τε καὶ μὴ διπλάσιον λέγοι τις, τῶν μὲν τεσσάρων διπλάσιον ἄλλων δέ τινων οὐ διπλάσιον. ταυτὶ μὲν ἐπὶ τοσοῦτον ἠπορήσθω. Φησὶ δὲ Ἀριστοτέλης τοὺς ἀντιλέγοντας τῷ τῆς ἀντιφάσεως ἀξιώματι διττοὺς εἶναι, καὶ τοὺς μὲν ἀγωνιστικωτέρων χρῄζειν ἐλέγχων, ὅσοι λόγου χάριν καὶ τῆς παρὰ τοῖς πολλοῖς εὐδοκιμήσεως προίστανται ταύτης τῆς θέσεως, πρὸς οὓς καὶ ἤδη ἀπήντησεν ἱκανῶς, ἑτέρους δὲ διαταραχθέντας ἔκ τινων ἀποριῶν καὶ ὥσπερ παρενεχθέντας τῇ ταραχῇ τῆς διανοίας, οὓς καὶ ὑφηγητικωτέρων ἀξιώσει λόγων, λύων αὐτῶν τούς διανοητικοὺς δεσμοὺς καὶ ἐπὶ τὰς κατὰ φύσιν ἐννοίας ἀνακαλούμενος. οὔτε δὲ ἰατρὸς ὁ τὴν αἰτίαν τοῦ ἀρρωστήματος ἀγνοῶν ἱκανὸς θεραπεῦσαι τὸν κάμνοντα, οὔθ’ ὁ τῆς ψυχῆς κηδεμὼν μὴ διακαθήρας πρότερον τὴν ψυχὴν καὶ τὰς αἰτίας τῆς ψευδοδοξίας ἐπισκεψάμενος δύναιτ’ ἂν ἐπὶ τὸ τέλειον ἡμᾶς ἀναπέμψαι. διά τοι τοῦτο καὶ ὁ φιλόσοφος τὰς αἰτίας τῶν κατὰ τοῦτο ψευδοδοξούντων διερευνώμενος ἀπὸ τῆς τῶν αἰσθητῶν μεταπτώσεως καὶ συνεχοῦς μεταβολῆς καὶ τῆς ἐπὶ τἀναντία τροπῆς φησιν αὐτοὺς διεστράφθαι. ὁρῶντες γὰρ ἐκ τῶν αὐτῶν γιγνόμενα θερμὰ ψυχρά, 〈ὑγρὰ〉 ξηρά, σκληρὰ μαλακά, καὶ πάσας τὰς ἐναντιώσεις, καὶ προειληφότες ὅτι ἐκ μὴ ὄντος οὐδὲν ἄν γένοιτο, ὑπέλαβον τὴν ὑποκειμένην φύσιν καὶ θερμὴν εἶναι καὶ οὐ θερμήν, καὶ ὑγρὰν καὶ οὐχ ὑγράν· ***ἔπεισεν ἐν πάσῃ ὁμοιομερείᾳ πάντα λέγειν εἶναι κατ’ ἐνέργειαν, δέον μὴ ὑποτίθεσθαι κατ’ ἐνέργειαν ἅμα τἀναντία ἀλλὰ δυνάμει. οἱ δὲ ἐνεργείᾳ αὐτὰ ὑπετίθεντο, πρᾶγμα μηδ’ ἐπινοηθῆναι σωφρόνως δυνάμενον. διχῶς τοίνυν λεγομένου τοῦ ὄντος, τοῦ μὲν δυνάμει τοῦ δὲ ἐνεργείᾳ, μοναχῶς αὐτὸ λέγεσθαι ὑπελάμβανον. καὶ πάλιν τοῦ μὴ ὄντος διχῶς λεγομένου μὴ ὂν γὰρ καὶ τὸ μηδαμῇ μηδαμῶς ὂν καὶ τὸ μήπω ὄν, ὃ εἰς ταὐτὸν ἔρχεται τῷ δυνάμει |ὄντι) κατὰ τὸν πρότερον τρόπον μόνως ὑπελάμβανον καὶ τοῦτο λέγεσθαι. φήσομεν οὖν πρὸς αὐτούς, ὅτι τὸ γιγνόμενον καὶ ἐξ ὄντος γίγνεται καὶ ἐκ μὴ οντος, ἐξ ὄντος του ουναμει, ἐκ μὴ ὄντος τοὐ μήπω ὄντος· ἄνθρωπος γὰρ καὶ ἐξ ἀνθρώπου τοῦ δυνάμει καὶ ἐξ οὐκ ἀνθρώπου· τοιοῦτον γὰρ τὸ σπέρμα καὶ πολὺ πρὸ αὐτοῦ ἡ ὕλη. τὸ αὐτὸ οὗν καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, ἀλλ’ οὐχὶ τὰ ἐνεργείᾳ ἤδη ὄντα, ἀλλὰ τὰ δυνάμει. καὶ ταῦτα περὶ τῶν ἐν γενέσει. Δεῖ δὲ ἐννοεῖν καὶ τὰ θειότατα τῶν ὄντων καὶ νοητὰ καὶ ἀκίνητα, ὅπου καὶ τὸ δυνάμει πᾶν διαγέγραπται. καθαραὶ γὰρ ἐνέργειαι τἀκεῖ, ἐφ’ ὧν οὐδ’ ἄχρις ἐμφάσεως ταὐτὸν καὶ ἔστι καὶ οὐκ ἔστι· πέρατα γὰρ πάντα καὶ ὅροι, καὶ τὸ ἀόριστον ἐκεῖθεν ἐξελήλαται. δείξας δὲ ὁ φιλόσοφος ἐκ τῶν ἐν γενέσει πραγμάτων διαστραφέντας τοὺς τὴν ἀντίφασιν οἰηθέντας συναληθεύειν τῷ μὴ τὸ δυνάμει τοῦ ἐνεργείᾳ διαστῆσαι, καὶ τοὺς ἀμφὶ τὸν Πρωταγόραν ἐκ τῶν αἰσθητῶν φησιν ἄλλοτε ἀλλοίων φαινομένων ταύτην ἔχειν τὴν ὑπόληψιν, ὡς ἄρα τὸ φαινόμενον ἑκάστῳ τοῦτο καὶ ἔστιν· οὔτε γὰρ πλήθει καὶ ὀλιγότητι τῶν ἀποφαινομένων ἔδει κρίνεσθαι τὰ πράγματα, οὔτε ἄλλη τις αὐτῶν ἐπενοεῖτο διάκρισις. σαφῶς τε τὰ αὐτὰ γλυκέα μὲν ἡμῖν τοῖς ὑγιαίνουσι φαίνονται, πικρὰ δὲ τοῖς νοσοῦσ’. ,καὶ πικρὰ μὲν ἡμῖν, ἄλλοις δὲ ζῴοις γλυκέα, ὡς ὁ θαλλὸς τῆς ἐλαίας. ὅθεν καὶ ὁ Δημόκριτος ἀπεφαίνετο μηδὲν εἶναι ἀληθὲς <ἢ> ἡμῖν ἄγνωστον, Ἐμπεδοκλῆς τε καὶ εἰς ταὐτὸν ἦγον τῷ φαινομένῳ τὸ ἀληθές· Ἀναξαγόρου τε λόγον ἀπομνημονεύει τοιαῦτα ἡμῖν ἔσεσθαι τὰ πράγματα διισχυριζόμενον ὁποῖοί ποτ’ ἂν ὦμεν αὐτοί. καὶ Ὅμηρος δέ φησιν τὸν παραφρονοῦντα Ἕκτορα ὁμοίως ἔχειν φρόνησιν εἰ καὶ ἄλλην, ἀλλὰ μὴ τὴν τοῦ ὑγιαίνοντος· κεῖτο γὰρ ἀλλοφρονέων.” ταῦτα δὲ ὅτι μὲν οἱ παλαιοὶ οὐχ οὕτως εἶπον ὡς νῦν ὁ Ἀριστοτέλης ἐκλαμβάνει, πρόδηλον. αὐτὸς δὲ ὡς τούτων οὕτω διακειμένων, οἳ δοκοῦσιν ἡγεμόνες εἶναι τῆς παρ’ Ἕλλησι φιλοσοφίας, εἰκότως ἀθυμεῖν φησι τοὺς ἐπὶ ἄγραν τἀληθοῦς ἰόντας, μήποτε τὰ ἀκίχητα διώκουσι· Πρὸς οὖν πάντας αὐτοὺς οὕτως ἀπαντᾷ· πρῶτον μὲν τὰ ὄντα οὐκ ἔστι μόνα τὰ αἰσθητά. ἐν γὰρ τούτοις πολὺ τὸ ἐκ τῆς ὕλης ἀόριστον καὶ τὸ δυνάμει καὶ ἡ τῶν ἀντικειμένων φαντααία, ὡς καὶ τὸν Κρατύλον δοκεῖν τι λέγειν ἐγκαλοῦντα τῷ διδασκάλῳ, ὅτι δὶς ἔφη μὴ δύνασθαι ἡμᾶς εἰς τὸν αὐτὸν ἐμπεσεῖν ποταμόν· οὐδὲ γὰρ οὐδὲ ἅπαξ δυνατὸν εἶναι. ἔπειτα δὲ ὅτι καὶ ἐν αὐτοῖς τοῖς αἰσθητοῖς τὸ μέν τι μεταβάλλει τὸ δὲ μένει· μεταβάλλει μὲν γὰρ <ἡ> ποσότης καὶ τἆλλα πάθη, μένει δὲ τό εἶδος τὸ Σωκράτους γενετῆς ἄχρι θανάτου. καίτοι οὐδὲ τὸ μεταβάλλον αὐτοῦ πάντῃ οὐ μένει· ὢ οὐ γὰρ μεταβέβληκεν ἀλλὰ μεταβάλλει· σαφῶς δὲ τὸ εἶδος ὑπομένει, ὥστε μηκέτι χώραν ἔχειν ἐπ’ αὐτοῦ τὸ Σωκράτης καὶ οὐ Σωκρά|της. καὶ ταῦτα μὲν περὶ τῶν ἐνύλων. ἔδει δὲ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψαι πλήρη ὄντα θείων καὶ ἀπαθῶν οὐσιῶν, καὶ οὔτε αὐτὸν εἰσδεχόμενόν τι ἀόριστον ἀπὸ τῆς γενέσεως οὕτε τὰ τῇδε πάντῃ πέρατος καὶ συνοχῆς ἔρημα καταλιμπάνοντα· ἔδει δὲ καὶ τῶν νοητῶν καὶ ἀκινήτων αἰτίων εἰς ἔννοιαν ἐλθεῖν, ἐξ ὧν ἁπάντων δυνατὸν ἦν συλλογίσασθαι, ὅτι οὐ πᾶν οὕτω τε καὶ οὐχ οὕτως ἔχει, ἀλλὰ τὰ μὲν νοητὰ καὶ τὰ οὐράνια ἕστηκεν, ἕνα ὅρον καὶ μίαν ἀεὶ τάξιν διαφυλάττοντα, τὰ δὲ ἐν γενέσει μικρὰ ὄντα καὶ τῷ ὄγκῳ καὶ τῇ ἀξίᾳ ὡς πρὸς τὸν ὅλον οὐρανὸν ἐνεργείᾳ μὲν οὐ δέχεταί ποτε τἀναντία, δυνάμει δὲ διὰ τὴν ὕλην. ἐπεὶ εἰ ἐνεργείᾳ ἦν ἐν τοῖς γενητοῖς τὰ ἀντικείμενα, οὐδ’ ἂν κίνησις ὤφθη ἐν αὐτοῖς οὐδέ τις τρόπος μεταβολῆς· νυνὶ γὰρ τὸ λευκὸν γέγονέ τε ἐξ οὐ λευκοῦ καὶ μεταβάλλει εἰς μὴ λευκόν. εἰ δὲ κατὰ ταὐτὸν καὶ λευκόν ἐστι καὶ οὐ λευκόν, καὶ ἀγένητόν ἐστι καὶ ἄφθαρτον καὶ πάντῃ ἀμετάβλητον· εἰς ὃ γὰρ μεταβαλεῖ, οὐκ ἔχει· ὥστε συμβαίνει πάντα ἱστάνειν τοὺς ἐνεργείᾳ τὰ ἀντικείμενα φάσκοντας ἐν τοῖς γενητοῖς εἶναι. μεταβολῆς δὲ ἀναιρουμένης οὐδ᾿ ἂν γένεσις οὐδ’ ἄν γενητόν τι εἴη· πάντα γὰρ ὑπάρχει πᾶσι. Καὶ Πρωταγόραν δὲ διελέγχει πᾶν τὸ φαινόμενον ἀληθὲς εἷναι διϊσχυριζόμενον ὡς δύο ψευδεῖς προτάσεις παραλαμβάνοντα· ῾πᾶσα φαντασία αἴσθησις, πᾶσα αἴσθησις ἀληθής᾿ δῆλον <τὸ> συμπέρασμα· ἔστι δὲ ἡ μὲν ὅλη ψευδής, ἡ δὲ μείζων ἐπί τι ψευδής· τῶν γὰρ ἰδίων ἑκάστη γίγνεται μᾶλλον ἐγκρατής, ὅταν τὸ μεταξὺ μὴ κωλύῃ. ἔτι δὲ καταγελάστους φησὶν εἶναι τοὺς ἀποροῦντας, πότερον οἱ ἐγγὺς ὄντες τῶν αἰσθητῶν καὶ οἱ ὑγιαίνοντες καὶ ἐρρωμενέστεροι καὶ ἐγρηγορότες ἄμεινον αὐτὰ κρίνουσιν, ἢ οἱ πόρρω καὶ νοσοῦντες καὶ ἀσθενεῖς καὶ καθεύδοντες· οὔτε γὰρ οὕτω διάκεινται δηλοῦσι δὲ αὐτῶν αἱ πράξεις), καὶ τὰς ἀρχὰς τῆς γνώσεως, ἃς εἰλήφαμεν παρὰ τῆς φύσεως, αἰσθήσεις τε καὶ κοινὰς ἐννοίας ἀποδεικνύναι ἡμᾶς ἀναγκάζουσι, περὶ ἃς ἁπάσης ἁπάσης ἀποδείξεως διακείμεθα. ἔσται οὖν ἡ μὲν τοῦ τεχνίτου δόξα περί τε τῶν ἐνεστώτων καὶ τῶν μελλόντων κυριωτέρα τῆς τῶν ἰδιωτῶν, κἄν πολλαπλασίους οὗτοι τύχωσιν ὄντες· ἡ δὲ τῆς ὄψεως κρίσις ἐπὶ χρωμάτων τῆς γεύσεως, ὥσπερ ἡ γεῦσις ἐπὶ χυμῶν κρατεῖ τῆς ὄψεως, καὶ οὕτως ἐφ’ ἑκάστων, τὸ οἰκεῖον κριτήριον οὐδέποτέ φησι τὸ κρινόμενον οὕτως ἔχειν καὶ οὐχ οὐτῶ. τι οὖν; τὸν αὐτὸν οἶνον οὐ νυν μὲν γλυκὺν νυνὶ δὲ πικρὸν ἡ γεῦσις ἀποφαίνεται; ἢ πρῶτον μὲν ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνω τοῦτο δὲ οὐκ ἀντίφασις), ἔπειτα δὲ οὐδὲ οἴνου ἐστὶ κριτικὴ καθ’ αὑτὸ ἀλλὰ γλυκύτητος, ἣ οὐκέτι προσπίπτει ἤτοι τοῦ οἴνου μεταβάλλοντος ἢ χυμοῦ τινος περὶ τὴν γλῶτταν συμπλεκομένου αὐτῇ καὶ διαφθείροντος αὐτήν· ἐπεὶ ἔστ’ ἂν γλυκύτης διαμένουσα προσβάλλῃ τῇ γλώττῃ, |τὴν 877a αὐτὴν ἡ γεῦσις ἐκφέρει κρίσιν περὶ αὐτῆς. ὅλως δὲ οἱ τὰς θέσεις ταύτας εἰσηγούμενοι λόγοι τὰς μὲν οὐσίας ἐκ τῶν πραγμάτων ἀναιρεῖν ἐπιχειροῦσι, τὰς δὲ ἀναγκαίας προτάσεις ἐκ τῶν ἀποδείξεων· οὔτε γὰρ ἐπὶ τῶν κατ’ οὐσίαν ὑπαρχόντων οὔτε ἐπὶ τῶν ἀναγκαίων προτάσεων χώραν ἔχει τὸ οὕτω τε καὶ οὐχ οὕτω. πρὸς τούτοις δείκνυσιν, ὅτι οἱ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντες συναπογεννῶσι τὰ αἰσθητὰ ταῖς αἰσθήσεσιν. ἀναιρουμένων οὖν ζῴων καὶ αἰσθήσεων οὐδὲ τὰ αἰσθητὰ ἔσται, ὥστε οὐδὲ ἔσται πάντα κατ’ αὐτοὺς αἰσθητά. καίτοι τὰ κινητικὰ τῶν κινητῶν ἔδει πρότερα εἶναι· νῦν δὲ τὰ αἰσθητὰ καὶ συναπογεννᾶται ταῖς αἰσθήσεσι καὶ φθείρεται. Ὅταν δὲ κρατούμενοι τούτοις τοῖς λόγοις ἐρωτῶσι, τίς οὗν ἔσται ὁ κρίνων τὸν ὑγιαίνοντα καὶ μή, τὸν φρόνιμον καὶ μή, εἰ μὲν τῶν ἀπορούντων εἶεν, ἐροῦμεν πρὸς αὐτοὺς ὅτι τῶν μὲν κατὰ φύσιν κριτικοί ἐσμεν ὡς γευστικοὶ τῶν γλυκέων, τῶν δὲ τὴν κρίσιν τοῖς ἐπιστήμοσι καταλείψομεν, οὓς ἐκ τῶν ἔργων ἔγνωμεν ἐπιστήμονας ὄντας, ἔχομεν δὲ καὶ κοινὰς ἐννοίας, δι’ ὧν πολλὰ δυνάμεθα συνορᾶν, καὶ οὐ χρὴ τὰς ἀρχὰς τῆς γνώσεως ἀποδεικτὰς ποιεῖν· εἰ δὲ τῶν ἐριστικωτέρων, τἀληθῆ καὶ πρὸς τούτους δικαιολογησόμεθα· φήσομεν γὰρ αὐτοὺς ἀδύνατα παρ’ ἡμῶν ἐπιζητεῖν· ἃ γὰρ ἐμέλλομεν αὐτοὺς δρᾶν εἰς ἀντίφασιν περιιστάντες, ταῦτα προλαμβάνοντες αὐτοὶ κατεδέξαντο. καθάπερ οὖν τοὺς ἑαυτοὺς κατακρημνίζοντας ἢ ἄλλως πως ἀποκτιννύντας οὐκ ἔστιν οὐκέτι διὰ κολάσεως ἐπανορθώσασθαι, τὸν αὐτὸν τρόπον οὐδὲ τοὺς λέγοντας ἐν ἀρχῇ τὰ τῶν παραλογωτάτων ἀφρονέστατα δυνατὸν περιτρέψαι· φθάσαντες γὰρ ἃ ἔμελλεν αὐτοῖς ὁ ἔλεγχος εἰς θεραπείαν προσφέρειν, ἐπὶ τὸ ἀνίατοι γενέσθαι προσήλαντο, καὶ τοῦτο τῆς πολυαράτου σοφίας ἀπολελαύκασι τὸ δυνατώτεροι γενέσθαι τῶν ἐπιχειρούντων αὐτοὺς ἰάσασθαι. πλὴν τά γε ***ἐγχωροῦντα λέγεσθαι πρὸς αὐτοὺς τοιαῦτά ἐστιν· εἰ πᾶν τὸ φαινόμενον ἀληθές ἐστι, πρός τί ἐστι τὰ πάντα, ἵνα τόδε ἡ ἀληθὲς καὶ τότε καὶ διὰ τῆσδε τῆς αἰσθήσεως τοιώσδε ἐνεργοῦντι· εἰ δὲ μή, οὐδὲν μᾶλλον ἀληθὲς ἡ ψεῦδος εὑρεθήσεται. εἰ τοίνυν πάντα τὰ φαινόμενα ἀληθῆ, πάντα τὰ φαινόμενα πρός τι, καὶ εἰ μὴ πάντα πρός τι, ἀλλ’ ἔστι τι καὶ ἀληθὲς καθ’ αὑτὸ καὶ ὡρισμένην ἔχον φύσιν, οὐ πᾶν τὸ φαινόμενον ἀληθές· τὸ γὰρ αὐτὸ τῷδε μὲν λευκὸν τῷδε δὲ οὐ λευκὸν φαίνεται· εἰ μὲν οὖν ἑκάτερος αὐτῶν ἀληθεύσει, πρός τι ἄν εἴη τὰ πράγματα. δῆλον γὰρ ὅτι οὐχ ἀπλῶς ἐστι λευκὸν τὸ ὑποκείμενον, ἀλλὰ τῷδε μὲν λευκὸν τῷδε δὲ οὐ λευκόν· εἰ δὲ ὡρισμένην ἔχοι τινὰ καὶ εἴη καθ’ αὑτὸ λευκὸν ἢ μὴ λευκόν, δῆλον ὅτι ὁ ἕτερος διέψευσται. ἀληθὴς οὗν ὁ λόγος ὁ συνημμένος· εἰ γὰρ πᾶν τὸ φαινόμενον ἀληθές, πάντα πρός τι· ἀλλὰ μὴν οὐ πάντα πρός τι, ὡς ἐπιδείξω, οὐκ ἄρα πᾶν τὸ φαινόμενον ἀληθές. Ὅτι δὲ μὴ πάντα πρός τι, δείκνυσιν οὕτως· εἰ |τὰ δοξαστὰ αὐτὰ πάρεστι κατὰ τὸ ὑποκείμενον σὺν τῇ δόξῃ, οὔτ’ ἂν ἀπροσδόκητόν τι προσπέσοι οὔτ’ ἂν δοξασθὲν ἀτελεύτητον μένοι. ἀλλὰ μὴν ἑκάτερον ἐναργές· ῾τά τε γὰρ δοκηθέντα οὐκ ἐτελέσθη καὶ τῶν ἀδοκήτων πόρος εὑρέθη᾿· οὐκ ἄρα συναοτίκτεται τῇ δόξῃ τὸ δοξαστόν· εἰ <δὲ> τοῦτο, οὐ πάντα πρός τι. ἔτι εἰ πάντα πρός τι, οὐκ ἔσται ὁ ἄνθρωπος καὶ δοξάζον καὶ δοξαζόμενον· τὸ γὰρ πρός τι ἑτέρου ἐστίν. εἰ οὖν <τὸ> αὐτό ἐστι δοξαζομένῳ εἶναι ἀνθρώπῳ εἶναι τοῦτο γὰρ ἔχει ἡ ὑπόθεσις καὶ δοξάζοντι καὶ ἀνθρώπῳ εἶναι), οὐ πρὸς ἕτερον ῥηθήσεται· ὃ καὶ τῆς ὑποθέσεως ἐστιν ἀνατρεπτικώτατον καὶ τῇ ἀληθείᾳ μαχόμενον. ἔτι τῶν πρός τι ὃ ἂν λάβῃς, πρὸς ἓν εὑρήσεις λεγόμενον ἢ πάντως γε πρὸς ὡρισμένα· τὸ δὲ δοξάζον πρὸς τὸ δοξαζόμενον εἰ λέγοιτο, πρὸς ἄπειρα ῥηθήσεται· δοξάζεται γὰρ ἵππος κύων ἔλαωος καὶ πᾶν φυτόν. εἰ μὲν οὖν ἄλλο ἦν ἑκάστῳ τὸ εἶναι, πάθημα δὲ κοινὸν αὐτῶν τὸ δοξάζεσθαι, πρὸς ἓν ἐλέγετο τὸ δοξάζον· πρὸς γὰρ τὸ κοινὸν πάθημα τῶν ζῴων καὶ τῶν φυτῶν. εἰ δὲ ταὐτὸν ἑκάστῳ αὐτῶν τό τε εἶναι καὶ τὸ δοξάζεσθαι, εἴγε συναποτίκτται τῇ δόξῃ τὸ εἶδος αὐτῶν, εἴη ἂν πρὸς ἀόριστα λεγόμενον τὸ δοξάζον· οὐκ ἄρ’ ἅπαντα πρός τι, οὔτε πᾶν τὸ φαινόμενον ἀληθές. Τοσαῦτα πρὸς τὰς θέσεις εἰπὼν ταύτας ὁ φιλόσοφος οὐ τὰ περὶ τῆς ἀντιφάσεως μόνα βεβαιοῖ, ἀλλὰ καὶ περὶ ἄλλων ἀξιωμάτων διαλέγεται, οἷον ὅτι τἀναντία τῷ αὐτῷ παρεῖναι κατὰ ταὐτὸν καὶ ὡσαύτως ἀδύνατον, καὶ ὅτι μεταξὺ ἀντιφάσεως οὐδέν· εἰ γὰρ ἔστι τὶ, ἀληθεύσει πάντως ἢ ψεύσεται· παντὶ γὰρ ἀποφαντικῷ λόγῳ τοῦτο ὑπάρχει· ἀλλ’ οὐδὲν ἄλλο πέφυκεν ἀληθεύειν ἢ ψεύδεσθαι πλὴν φάσεως καὶ ἀποφάσεως· οὐκ ἄρα ἔστι τὶ. πῶς δὲ αὗται μόναι ἀληθεύουσι; πᾶς ὁ ἀληθεύων ἢ τὸ ὂν εἶναί φησιν ἢ τὸ μὴ ὂν μὴ εἶναι· τοῦτο δὲ φάσις καὶ ἀπόφασις. πῶς δὲ καὶ ψεύδονται; πᾶς ὁ ψευδόμενος ἢ τὸ μὴ ὂν εἶναί φησιν ἢ τὸ ὂν μὴ εἶναι. ἔστι δὲ τὸ μὲν πρότερον κατάφασις ψευδής, τὸ δὲ δεύτερον ἀπόφασις ψευδής· οὐδὲν ἄρα μεταξὺ καταφάσεως καὶ ἀποφάσεως, οὔθ’ ὡς τὸ φαιὸν λευκοῦ καὶ μέλανος εἶναι λέγεται μεταξύ, οὔθ’ ὡς ἵππου καὶ ἀνθρώπου τὸ μηδέτερον ὄν. ὁμοίως δέ φησι χρῆναι καὶ πρὸς τὰς ἄλλας ἵστασθαι θέσεις· μοναχῶς γὰρ κατὰ πάντων οὐδὲν πέφυκε τῶν ὄντων λέγεσθαι· οὔτε ἄρα πάντα ἀληθῆ οὔτε πάντα ψευδῆ, εἴθ’ Ἡράκλειτος καὶ Ἀναξαγόρας προίσταντο τῶν λόγων εἴτ’ ἄλλοι τινές· πρὸς γὰρ τῇ ἄλλῃ τερατολογίᾳ καὶ ἑαυτοὺς ἀνατρέπουσιν οἱ τοιοῦτοι τῶν λόγων. εἰ γὰρ πάντα ἀληθῆ, καὶ ἃ φάσκονταί σε ψεύδεσθαι πάντως ἀληθῆ. καὶ εἰ πάντα ψευδῆ, καὶ τὸ σὸν δὴ τοῦτο δόγμα ψεύδεται. εἰ δὲ πάντες μὲν ἀληθεύσουσι παρὰ τὸν ἀντιλέγοντα τῷ θαυμαστῷ τούτῳ λόγῳ, πάντες δὲ ψεύσονται πλὴν αὐτοῦ, πολλοὶ καὶ ὣς ἔσονται κατὰ μὲν τὸν εἰπόντα πάντα ἀληθῆ οἱ ψευδόμενοι· οὐ γὰρ μόνος ὁ ἀντιλέγων αὐτῷ, ἀλλὰ καὶ ὁ τοῦτον ἀποδεχόμενος καὶ ὁ τὸν ἀποδεχόμννον ἐπαινῶν, καὶ τοῦτο εἰς ἄπειρον· ὥστε πολλοὶ ψεύσονται. κατὰ δὲ τὸν εἰπόντα πάντα ψευδῆ πάλιν οἱ ἀληθεύσοντες πολλοί· |αὐτός τε γὰρ οὗτος καὶ οἱ τούτου θιασῶλιν σῶται καὶ οἱ τῶν ἐπαινετῶν ἐπαινέται, καὶ χορὸς οὐκ ὀλίγος ἕψεται τῶν ἀληθευσόντων. ἀλλ’ οὐδ’ εἴ τις πάντα κινεῖσθαι ἢ πάντα ἠρεμεῖν φήσει, ἐφησόμεθα, οὐδ’ εἴ τις τὰ πάντα νῦν μέν ἠρεμεῖν νῦν δὲ κινεῖσθαι λέγοι. καὶ γὰρ ἐροῦμεν πρὸς αὐτόν, ὅτι ἕνα λόγον κατὰ πάντων εἰπεῖν τῶν ὄντων ἀληθῶς οὐχ οἷόν τε. τούτων οὗν τὰ μὲν ἀκίνητα φήσομεν εἶναι, ὡς τὰ νοητὰ αἴτια καὶ τοὺς πόλους καὶ εἴ τι τοιοῦτον, τὰ τὰ ἀεικίνητα, ὡς τὰ κατ’ οὐρανόν, τὰ δὲ ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν, ὡς τὰ ἐν γενέσει. Τοσαῦτα κατὰ ταύτην διαλεχθεὶς τὴν βίβλον ὁ Ἀριστοτέλης καταπαύει τὴν περὶ τούτων διδασκαλίαν, διδάξας μὲν περὶ ἃ |στρέφεται ὁ πρῶτος φιλόσοφος, παραστὰς δὲ καὶ τοῖς περὶ τῆς ἀντιφάσεως ἀξιώμασιν, ἔτι δὲ ἄλλας ἀρχὰς διαλεκτικάς τε ἅμα καὶ φυσικὰς ὡς οἷόν τε ἦν συγκροτήσας, καὶ ἐπὶ πᾶσιν ἐκεῖνο παρεγγυησάμενος, μηδένα λόγον ἕν τι τοῖς οὖσι πᾶσιν ἀποκληροῦντα προσίεσθαι πλὴν εἰ μὴ ὁμωνύμως λέγοι· πάντα ἐφίεται τἀγαθοῦ’ δεῖ συγχωρεῖν, ὁμώνυμον γὰρ τὸ τῆς ἐφέσεως· ‘πάντα τὰ ὄντα ἔστι’ <οὐ> δεῖ συγχωρεῖν· οὐ γὰρ ταὐτὸν τοῖς πᾶσι τὸ εἶναι· συνώνυμον δὲ κατηγορίαν ἐπὶ πάντων οὐδεμίαν προσίεσθαι δεῖ, πολυειδῶν ὄντων οὕτω τῶν τε ἐγκο- σμίων καὶ τῶν ὑπερκοσμίων. |