Ancient Greek · ~6 min
Chapter 10
Tatianus Apol., Oratio ad Graecos 10
Not analysed yet
Μεταμόρφωσις ἀνθρώποις μεμυθολόγηται· μεταμορφοῦνται δὲ παρ᾿ ὑμῖν καὶ οἱ θεοί. Δένδρον ἡ Ῥέα γίνεται, δράκων δὲ ὁ Ζεὺς διὰ τὴν Φερσέφατταν, αἴγειροι αἱ τοῦ Φαέθοντος ἀδελφαί, καὶ ἡ Λητὼ ζῶον εὐτελές, δι᾿ ἣν Ὀρτυγία Δῆλος ἡ νῦν κέκληται. Θεὸς εἰπέ μοι κύκνος γίνεται, καὶ τὴν ἀετοῦ μορφὴν ἀναλαμβάνει, καὶ δι᾿ οἰνοχοΐαν τοῦ Γανυμήδους τῇ παιδεραστίᾳ σεμνύνεται; Τί μοι σέβειν θεοὺς δωρολήπτας, καὶ ὀργιζομένους ἂν μὴ λάβωσιν; Ἐχέτωσαν οὗτοι τὴν εἱμαρμένην· τοὺς πλανήτας προσκυνεῖν οὐ βούλομαι. Τίς ἐστιν ὁ Βερενίκης πλόκαμος; Ποῦ δὲ οἱ ἀστέρες αὐτῆς πρὶν τὴν προειρημένην ἀποθανεῖν; Πῶς δὲ ὁ τεθνεὼς Ἀντίνοος μειράκιον ἐν τῇ σελήνῃ ὡραῖον καθίδρυται; Τίς ὁ ἀναβιβάσας αὐτόν, εἰ μή τις καὶ τοῦτον, ὡς τοὺς βασιλέας μισθοῦ δι᾿ ἐπιορκίας τις, τοὺς θεοὺς καταγελῶν, εἰς τὸν οὐρανὸν ἀνεληλυθέναι φήσας πεπίστευται, κατὰ τὸ ὅμοιον θεολογήσας τιμῆς καὶ δωρεᾶς ἠξίωται; Τί μοι τὸν θεον σεσυλήκατε; Τί δὲ αὐτοῦ τὴν ποίησιν ἀτιμάζετε; Θύεις πρόβατον, τὸ δ᾿ αὐτὸ προσκυνεῖς· ταῦρός ἐστιν ἐν οὐρανῷ, καὶ τὴν εἰκόνα σφάττεις αὐτοῦ. Ζῶον πονηρὸν ὁ ἐνγόνασι ἐκθλίβει· καὶ τὸν ἀνθρωποποιὸν Προμηθία καταφαγών ἀετὸς τετίμηται. Καλὸς ὁ κύκνος, ὅτι μοιχὸς ἦν· καλοὶ δὲ καὶ οἱ ἑτεροήμεροι Διόσκουροι, τῶν Λευκιππίδων οἱ ἁρπασταί. Κρείττων ἡ Ἑλένη, τὸν μὲν καρήξανθον Μενέλαον καταλιποῦσα, τῷ δὲ μιτρηφόρῳ καὶ πολυχρύσῳ Πάριδι κατακολουθοῦσα. Λίκαιος καὶ Σώφρων, ὁ τὴν ἐκπορνεύσασαν εἰς Ἠλύσια πεδία μετατεθεικώς. Ἀλλ᾿ οὐδὲ ἡ Τυνδαρὶς ἀπηθανάτισται· καὶ σοφῶς ὁ Εὐριπίδης ὑπὸ Ὀρέστου τῆς προειρημένης γυναικὸς τὴν ἀναίρεσιν παρεισήγαγε.