Ancient Greek
Chapter 37
Tatianus Apol., Oratio ad Graecos 37
Not analysed yet
Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὕτως ἔχει. Γεγόνασιν παρ᾿ αὐτοῖς τρεῖς ἄνδρες, Θεόδοτος, Ὑψικράτης, Μῶχος· τούτων τὰς βίβλους εἰς ἑλληνίδα κατέταξεν φωνὴν Χαῖτος, ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ᾿ ἀκριβὲς πραγματευσάμενος. Ἐν δὲ ταῖς τῶν προειρημένων δηλοῦται ἱστορίαις κατά τινα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴν γεγονέναι, Μενελάου τε εἰς τὴν Φοινίκην ἄφιξις, καὶ τὰ περὶ Χείραμον, ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν θυγατέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ ναοῦ κατασκευὴν ἐδωρήσατο. Καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν τὴν ἀναγραφὴν ἐποιήσατο. Τοῦ δὲ Χειράμου ὁ χρόνος ἤδη που τοῖς Ἰλιακοῖς ἐγγίζει· Σολομὼν δὲ ὁ κατὰ Χείραμον πολὺ κατώτερός ἐστι τῆς Μωυσέως ἡλικίας.