Ancient Greek · ~3 min
Chapter 40
Tatianus Apol., Oratio ad Graecos 40
Not analysed yet
Οὐκοῦν πέφηνε Μωυσῆς ἀπό γε τῶν προειρημένων πρεσβύτερος ἡρώων παλαιῶν, πολέμων, δαιμόνων. Καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν, ἤπερ τοῖς ἀπὸ τῆς πηγῆς ἀρυσαμένοις Ἕλλησιν οὐ κατ᾿ ἐπίγνωσιν τὰ ἐκείνου δόγματα· πολλοὶ γὰρ οἱ κατ᾿ αὐτοὺς σοφισταί, κεχρημένοι περιεργίᾳ, τὰ ὅσα παρὰ τῶν κατὰ Μωυσέα καὶ τῶν ὁμοίως αὐτῷ φιλοσοφούντων ἔγνωσαν καὶ παραχαράττειν ἐπειράθησαν, πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι, δεύτερον δὲ ὅπως, τὰ ὅσα μὴ συνίεσαν διά τινος ἐπιπλάστου ῥητολογίας παρακαλύπτοντες, ὡς μυθολογίαν τὴν ἀλήθειαν παραπρεσβεύωσι. Περὶ μὲν οὖν τῆς καθ᾿ ἡμᾶς πολιτείας, ἱστορίας τε τῆς κατὰ τοὺς ἡμετέρους νόμους, ὅσα τε εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησιν λόγιοι καὶ πόσοι καὶ τίνες εἰσὶ μνημονεύσαντες, ἐν τῷ πρὸς τοὺς ἀποφηναμένους τὰ περὶ θεοῦ δειχθήσεται.