Ancient Greek · ~3 min
Play Amph
Teleclides Comic., Fragmenta 1
Not analysed yet
Λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον. εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός. ἡ γῆ δ' ἔφερ' οὐ δέος οὐδὲ νόσους, ἀλλ' αὐτόματ' ἦν τὰ δέοντα· οἴνῳ γὰρ ἅπασ' ἔρρει χαράδρα, μᾶζαι δ' ἄρτοις ἐμάχοντο περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν, εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ' ἰχθύες οἴκαδ' ἰόντες ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ' ἐπὶ ταῖσι τραπέζαις. ζωμοῦ δ' ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων, ὑποτριμματίων δ' ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν, ὥστ' ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ' ἁπαλὴν καταπίνειν. λεκανίσκαισιν δ' ἀνάπαιστα παρῆν ἡδυσματίοις κατάπαστα. ὀπταὶ δὲ κίχλαι μετ' ἀμητίσκων εἰς τὸν φάρυγ' εἰσεπέτοντο· τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός. μήτρας δὲ τόμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγάλιζον. οἱ δ' ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα Γιγάντων.