Ancient Greek · ~4 min
Fragment tit to 11
Teleclides Comic., Fragmenta Fragment tit-6-11
Not analysed yet
INCERTARUM FABULARUM FRAGMENTA. Χαρικλέης μὲν οὖν ἔδωκε μνᾶν, ἵν' αὐτὸν μὴ λέγῃ ὡς ἔφυ τῇ μητρὶ παίδων πρῶτος ἐκ βαλαντίου. τέτταρας δὲ μνᾶς ἔδωκε Νικίας Νικηράτου· ὧν δ' ἕκατι τοῦτ' ἔδωκε καίπερ εὖ εἰδὼς ἐγώ οὐκ ἐρῶ· φίλος γὰρ ἁνήρ, σωφρονεῖν δέ μοι δοκεῖ. Μνησίλοχός ἐστ' ἐκεῖνος, ὃς φρύγει τι δρᾶμα καινόν Εὐριπίδῃ, καὶ Σωκράτης τὰ φρύγαν' ὑποτίθησιν. Πόλεών τε φόρους αὐτάς τε πόλεις τὰς μὲν δεῖν τὰς δ' ἀναλύειν, λάϊνα τείχη τὰ μὲν οἰκοδομεῖν, τάχα δ' αὐτὰ πάλιν καταβάλλειν, σπονδὰς δύναμιν κράτος εἰρήνην πλοῦτόν τ' εὐδαιμονίαν τε. Ὅδ' ἀπ' Αἰγίνης νήσου χωρεῖ δοθιῆνος ἔχων τὸ πρόσωπον. Μόνος ἐκ κεφαλῆς ἑνδεκακλίνου θόρυβον πολὺν ἐξανατέλλει. Ξυγγενέσθαι διὰ χρόνου μ' ἐλιπάρει δρυπεπέσι μάζαις καὶ διασκανδικίσαι. Σὺ δὲ φρόνιμος αὐτὸς ὤν ἀπαρτὶ ταύτης τῆς τέχνης. Τίς ἥδε κραυγὴ καὶ δόμων περίστασις; Πάντες δὲ τευτάζουσιν οἱ διάκονοι. Τῶν δυνατῶν τι κέλευ'· οὐ γὰρ παρὰ Κενταύροισιν.