Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_TELEPHUS_PERGAMENUS
TELEPHUS PERGAMENUS, Fragmenta 2
Not analysed yet
Προσενθυμητέον δὲ καὶ Τηλέφου τοῦ, ὡς ἱστορεῖται, Περγαμηνοῦ, ὅτι κατὰ τὴν ἐκείνου παράδοσιν νομική τις ἦν λέξις ἢ τεχνικὴ ἐν τοῖς μεθ ̓ Ὅμηρον ὁ ἐπιστάτης. «Γίνεται γὰρ, φησὶν, ἐπιστάτης Ἀθήνησιν ἐκ τῶν πρυτάνεων εἶς, ὃς ἐπιστατεῖ νύκτα καὶ ἡμέραν μίαν, καὶ πλείω χρόνον οὐκ ἔξεστιν, οὐδὲ δὶς τὸν αὐτὸν γενέσθαι, τάς τε κλεῖς ἐν οἷς [τοῦ ἱεροῦ ἐν ᾧ Suidas] τὰ χρήματά εἰσι, φυλάττει καὶ τὰ γράμματα τῆς πόλεως καὶ τὴν δημοσίαν σφραγῖδα. Κληροῖ δὲ καὶ προέδρους ἐξ ἑκάστης φυλῆς ἕνα, πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα.»