Ancient Greek
29
Telesilla, Fragmenta 29
Unproofread scanNot analysed yet
Fr. 29. Plut. Symp. IX 15, 2 (de quo loco corrupto disputavit Stein- mann Petropoli 1845): Καὶ ὅλως ἔφη μεταθετέον τὸ Σιμωνίδειον ἀπὸ τῆς ζωγραφίας ἐπὶ τὴν ὄρχησιν, τὴν μὲν ὄρχησιν εἶναι ποίησιν σιωπῶσαν, τὴν δὲ ποίησιν πάλιν ὄρχησιν φθεγγομένην· ὅθεν οὔτε εἰπεῖν ἐστι γραφικὴ μετεῖναι ποιητικῆς, οὔτε ποιητικῇ γραφικῆς, οὐδὲ χρῶνται τὸ παράπαν ἀλλήλαις· ὀρχηστικῇ δὲ καὶ ποιητικῇ κοινωνία πᾶσα καὶ μέθεξις ἀλλήλων ἐστὶ καὶ μάλιστα μιμούμεναι περὶ τὸ τῶν ὑπορημάτων γένος, ἐνεργὸν ἀμφοτέροι τὴν διὰ τῶν σχημάτων καὶ τῶν ὀνομάτων μίμησιν ἀποτελοῦσιν. Δόξειε δ' ἄν, ὡσπερ ἐν γραφικῇ, τὰ μὲν ποιήματα ταῖς χρώσεσιν ὁμοίναί, τὰ δὲ ὄρχήματα ταῖς γραμμαῖς, ὅφ' ὧν ὁρίζεται τὰ εἴδη. Ἀηλοὶ δὲ ὁ μάλιστα κατορθωκέναι δόξας ἐν Ὕπορημασιν καὶ γεγενηναι πιθανώτατος ἑαυτοῦ,