Ancient Greek
57
Telesilla, Fragmenta 57
Unproofread scanNot analysed yet
Τίς κεν αἰνήσειε νόῳ πίσυνος Λίνδον ναέταν Κλεόβουλον ἀνέμοις ποταμοῖς ἄνθεσί τ᾽ εἰαρινοῖσιν ἁελίου τε φλογὶ χρυσέᾳ λιπαρᾶς τε σελάνας καὶ θαλασσοῖαισι δίναις ἄντιά θέντα μένος στάλας; ἅπαντα γὰρ ἐστι θεῶν ἥσσον· λίθον δὲ καὶ βρότεοι παλάμαι θραύνοντι· μαροῦ φωτὸς ἄδε βουλά. Fr. 57. Diog. Laert. I 89: Οὗτος (Κλεόβουλος) ἐποίησεν ἄσματα καὶ γράφους εἰς ἕπτη τρισχίλια καὶ τὸ ἐπίγραμμα τινες τὸ ἐπὶ Μίδα τοῦ- τον φασὶ ποιῆσαι· Χαλκέη παρθένος εἰμί, Μίδεω δ᾽ ἐπὶ σήματι κείμαι, Ἔστ᾽ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθῆλη, Ἥλιος δ᾽ ἄντων λάμπη λαμπρὰ τε σελήνη, καὶ ποταμοὶ γε δέωσιν, ἀνακλύζῃ δὲ θάλασσα, Αὐτοῦ τῆδε μένουσα πολυπλαντῷ ἐπὶ τύμβῳ Ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῆδε τέθαρται. Φέρονσι δὲ μαρτύριον Σιμωνίδου ἄσμα, ὅπου φησί·