Ancient Greek · ~5 min
Chapter 1
Testamentum Abrahae, The Testament of Abraham Recension A 1
Not analysed yet
Ι. Ἔζησεν Ἁβραὰμ τὸ μέτρον τῆς ζωῆς αὐτοῦ, ἔτη ἐννακόσια ἐνενήκοντα πέντε, πάντα δὲ τὰ ἔτη τῆς ζωῆς αὐτοῦ ζήσας ἐν ἡσυχίᾳ καὶ πραότητι καὶ δικαιοσύνῃ, πάνυ ὑπῆρχε φιλόξενος ὁ δίκαιος· πήξας γὰρ τὴν σκηνήν αὐτοῦ ἐν τετραοδίῳ τῆς δρυὸς τῆς Μαμβρῆ, τοὺς πάντας ὑπεδέχετο, πλουσίους καὶ πένητας, βασιλεῖς τε καὶ ἄρχοντας, ἀναπήρους καὶ ἀδυνάτους, φίλους καὶ ξένους, γείτονας καὶ παροδίτας, ἴσον ὑπεδέχετο ὁ ὅσιος καὶ πανίερος καὶ δίκαιος καὶ φιλόξενος Ἁβραάμ. ἔφθασεν δὲ καὶ ἐπὶ τοῦτον τὸ κοινόν καὶ ἀπαραίτητον τοῦ θανάτου πικρόν ποτήριον, καὶ τὸ ἄδηλον τοῦ βίου πέρας. προσκαλεσάμενος τοίνυν ὁ δεσπότης θεὸς τὸν ἀρχάγγελον αὐτοῦ Μιχαὴλ εἶπεν πρὸς αὐτόν· Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς Ἁβραὰμ, καὶ εἰπὲ αὐτὸν περὶ τοῦ θανάτου, ἵνα διατάξεται περὶ τῶν πραγμάτων αὐτοῦ· ὅτι ηὐλόγησα αὐτὸν ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ἔστιν ἐν εὐπορίᾳ βίου πολλοῦ καὶ πραγμάτων πολλῶν, καὶ ὑπάρχει πλούσιος πάνυ· παρὰ πάντων δὲ δίκαιος ἐν πάσῃ ἀγαθωσύνῃ, φιλόξενος καὶ φιλόστοργος ἕως τέλους τῆς ζωῆς αὐτοῦ· σὺ δὲ, ἀρχάγγελε Μιχαὴλ, ἄπελθε πρὸς τὸν Ἁβραὰμ, τὸν ἠγαπημένον μου φίλον, καὶ ἀνάγγειλον αὐτῷ περὶ τοῦ θανάτου αὐτοῦ, καὶ πληροφόρησον αὐτὸν ὅτι Μέλλεις ἐν τῷ καιρῷ τούτῳ ἐξέρχεσθαι ἐκ τοῦ ματαίου κόσμου τούτου καὶ μέλλεις ἐκδημεῖν ἐκ τοῦ σάματος καὶ πρός τὸν ἴδιον δεσπότην ἐλεύσῃ ἐν ἀγαθοῖς.